Thesauros Literature Philosophy Χαρακτῆρες

Χαρακτῆρες

Χαρακτῆρες Theophrastus
30.7 καὶ ἀποδημῶν δημοσίᾳ τὸ μὲν ἐκ τῆς πόλεως ἐφόδιον οἴκοι καταλιπεῖν, παρὰ δὲ τῶν συμπρεσβευτῶν δανείζεσθαι· καὶ τῷ ἀκολούθῳ ἐπιθεῖναι μεῖζον φορτίον ἢ δύναται φέρειν καὶ ἐλάχιστα ἐπιτήδεια τῶν ἄλλων παρέχειν· καὶ τῶν ξενίων τὸ μέρος τὸ αὑτοῦ ἀπαιτήσας ἀποδόσθαι·
30.8 καὶ ἀλειφόμενος ἐν τῷ βαλανείῳ καὶ εἰπών· σαπρόν γε τὸ ἔλαιον ἐπρίω, ὦ παιδάριον τῷ ἀλλοτρίῳ ἀλείφεσθαι.
30.9 καὶ τῶν εὑρισκομένων χαλκῶν ἐν ταῖς ὁδοῖς ὑπὸ τῶν οἰκετῶν δεινὸς ἀπαιτῆσαι τὸ μέρος, κοινὸν εἶναι φήσας τὸν Ἑρμῆν.
30.10 καὶ θοἰμάτιον ἐκδοῦναι πλῦναι καὶ χρησάμενος παρὰ γνωρίμου ἐφελκύσαι πλείους ἡμέρας, ἕως ἂν ἀπαιτηθῇ.
30.11 καὶ τὰ τοιαῦτα· Φειδωνείῳ μέτρῳ τὸν πύνδακα εἰσκεκρουμένῳ μετρεῖν αὐτὸς τοῖς ἔνδον τὰ ἐπιτήδεια σφόδρα ἀποψῶν.
30.12 ὑποπρίασθαι φίλου δοκοῦντος πρὸς τρόπου τι ὠνεῖσθαι, εἶτα λαβὼν ἀποδόσθαι·
30.13 ἀμέλει δὲ καὶ χρέος ἀποδιδοὺς τριάκοντα μνῶν ἔλαττον τέτταρσι δραχμαῖς ἀποδοῦναι.
30.14 καὶ τῶν υἱῶν δὲ μὴ πορευομένων εἰς τὸ διδασκαλεῖον [τὸν μῆνα ὅλον] διὰ τὴν ἀρρωστίαν ἀφαιρεῖν τοῦ μισθοῦ κατὰ λόγον, καὶ τὸν Ἀνθεστηριῶνα μῆνα μὴ πέμπειν αὐτοὺς εἰς τὰ μαθήματα διὰ τὸ θέας εἶναι πολλάς, ἵνα μὴ τὸν μισθὸν ἐκτίνῃ.
30.15 καὶ παρὰ παιδὸς κομιζόμενος ἀποφορὰν τοῦ χαλκοῦ τὴν ἐπικαταλλαγὴν προσαπαιτεῖν, καὶ λογισμὸν δὲ λαμβάνων παρὰ τοῦ χειρίζοντος.
30.16 καὶ φράτορας ἑστιῶν αἰτεῖν τοῖς ἑαυτοῦ παισὶν ἐκ τοῦ κοινοῦ ὄψον, τὰ δὲ καταλειπόμενα ἀπὸ τῆς τραπέζης ἡμίση τῶν ῥαφανίδων ἀπογράφεσθαι, ἵνʼ οἱ διακονοῦντες παῖδες μὴ λάβωσι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme