Thesauros Literature Philosophy Χαρακτῆρες

Χαρακτῆρες

Χαρακτῆρες Theophrastus
29.4 καὶ τὸν πονηρὸν δὲ εἰπεῖν ἐλεύθερον, ἐὰν βούληταί τις εἰς πεῖραν ἐλθεῖν, καὶ τὰ μὲν ἄλλα ὁμολογεῖν ἀληθῆ ὑπὲρ αὐτοῦ λέγεσθαι ὑπὸ τῶν ἀνθρώπων, ἔνια δὲ ἀγνοεῖν· φῆσαι γὰρ αὐτὸν εὐφυῆ καὶ φιλέταιρον καὶ ἐπιδέξιον· καὶ διατείνεσθαι δὲ ὑπὲρ αὐτοῦ, ὡς οὐκ ἐντετύχηκεν ἀνθρώπῳ ἱκανωτέρῳ.
29.5 καὶ εὔνους δὲ εἶναι τῷ ἐν ἐκκλησίᾳ λέγοντι ἢ ἐπὶ δικαστηρίῳ κρινομένῳ· καὶ πρὸς τοὺς καθημένους δὲ εἰπεῖν δεινὸς ὡς οὐ δεῖ τὸν ἄνδρα, ἀλλὰ τὸ πρᾶγμα κρίνεσθαι. καὶ φῆσαι αὐτὸν κύνα εἶναι τοῦ δήμου· φυλάττειν γὰρ αὐτὸν πρὸς τοὺς ἀδικοῦντας· καὶ εἰπεῖν, ὡς οὐχ ἕξομεν τοὺς ὑπὲρ τῶν κοινῶν συναχθεσθησομένους, ἂν τοὺς τοιούτους προώμεθα.
29.6 δεινὸς δὲ καὶ προστατῆσαι φαύλων καὶ συνεδρεῦσαι ἐν δικαστηρίοις ἐπὶ πονηροῖς πράγμασιν καὶ κρίσιν κρίνων ἐκδέχεσθαι τὰ ὑπὸ τῶν ἀντιδίκων λεγόμενα ἐπὶ τὸ χεῖρον.
29.7 καὶ τὸ ὅλον ἡ φιλοπονηρία ἀδελφή ἐστι τῆς πονηρίας, καὶ ἀληθές ἐστι τὸ τῆς παροιμίας τὸ ὅμοιον πρὸς τὸ ὅμοιον πορεύεσθαι.

Αἰσχροκερδειάς Λʼ

30.1 ἡ δὲ αἰσχροκέρδειά ἐστι ἐπιθυμία κέρδους αἰσχροῦ, ἔστι δὲ τοιοῦτος ὁ αἰσχροκερδής,
30.2 οἷος ἑστιῶν ἄρτους ἱκανοὺς μὴ παραθεῖναι.
30.3 καὶ δανείσασθαι παρὰ ξένου παρʼ αὑτῷ καταλύοντος.
30.4 καὶ διανέμων μερίδας φῆσαι δίκαιον εἶναι διμοιρίαν τῷ διανέμοντι δίδοσθαι καὶ εὐθὺς αὑτῷ νεῖμαι.
30.5 καὶ οἰνοπωλῶν κεκραμένον τὸν οἶνον τῷ φίλῳ ἀποδόσθαι.
30.6 καὶ ἐπὶ θέαν τηνικάδε πορεύεσθαι ἄγων τοὺς υἱεῖς, ἡνίκα προῖκʼ ἀφιᾶσιν οἱ θεατρῶναι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme