Thesauros Literature Philosophy Χαρακτῆρες

Χαρακτῆρες

Χαρακτῆρες Theophrastus
17.3 καὶ ὑπὸ τῆς ἑταίρας καταφιλούμενος εἰπεῖν· θαυμάζω, εἰ σὺ καὶ ἀπὸ τῆς ψυχῆς οὕτω με φιλεῖς.
17.4 καὶ τῷ Διὶ ἀγανακτεῖν, οὐ διότι ὕει, ἀλλὰ διότι ὕστερον.
17.5 καὶ εὑρὼν ἐν τῇ ὁδῷ βαλλάντιον εἰπεῖν· ἀλλʼ οὐ θησαυρὸν εὕρηκα οὐδέποτε.
17.6 καὶ πριάμενος ἀνδράποδον ἄξιον καὶ πολλὰ δεηθεὶς τοῦ πωλοῦντος· θαυμάζω εἰπεῖν ὅ τι ὑγιὲς οὕτω ἄξιον ἐώνημαι.
17.7 καὶ πρὸς τὸν εὐαγγελιζόμενον ὅτι υἱός σοι γέγονενʼ, εἰπεῖν ὅτι ἂν προσθῇς· καὶ τῆς οὐσίας τὸ ἥμισυ ἄπεστιν ἀληθῆ ἐρεῖς.
17.8 καὶ δίκην νικήσας καὶ λαβὼν πάσας τὰς ψήφους ἐγκαλεῖν τῷ γράψαντι τὸν λόγον, ὡς πολλὰ παραλελοιπότι τῶν δικαίων·
17.9 καὶ ἐράνου εἰσενεχθέντος παρὰ τῶν φίλων καὶ φήσαντός τινος· ἱλαρὸς ἴσθι, καὶ πῶς; εἰπεῖν, ὅτι δεῖ τἀργύριον ἀποδοῦναι ἑκάστῳ καὶ χωρὶς τούτων χάριν ὀφείλειν ὡς εὐεργετημένον;

ἀπιστίας ΙΗʼ

18.1 ἔστιν ἀμέλει ἡ ἀπιστία ὑπόληψίς τις ἀδικίας κατὰ πάντων, ὁ δὲ ἄπιστος τοιοῦτός τις,
18.2 οἷος ἀποστείλας τὸν παῖδα ὀψωνήσοντα ἕτερον παῖδα πέμπειν τὸν πευσόμενον, πόσου ἐπρίατο.
18.3 καὶ φέρων αὐτὸς τὸ ἀργύριον [καὶ] κατὰ στάδιον καθίζων ἀριθμεῖν πόσον ἐστίν.
18.4 καὶ τὴν γυναῖκα τὴν αὑτοῦ ἐρωτᾶν κατακείμενος, εἰ κέκλεικε τὴν κιβωτόν, καὶ εἰ σεσήμανται τὸ κυλιούχιον, καὶ εἰ ὁ μοχλὸς εἰς τὴν θύραν τὴν αὐλείαν ἐμβέβληται· καὶ ἂν ἐκείνη φῇ, μηδὲν ἧττον αὐτὸς ἀναστὰς γυμνὸς ἐκ τῶν στρωμάτων καὶ ἀνυπόδητος τὸν λύχνον ἅψας ταῦτα πάντα περιδραμὼν ἐπισκέψασθαι καὶ οὕτω μόλις ὕπνου τυγχάνειν.
18.5 καὶ τοὺς ὀφείλοντας αὑτῷ ἀργύριον μετὰ μαρτύρων ἀπαιτεῖν τοὺς τόκους, ὅπως μὴ δύναιντο ἔξαρνοι γενέσθαι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme