Thesauros Literature Philosophy Χαρακτῆρες

Χαρακτῆρες

Χαρακτῆρες Theophrastus
12.5 καὶ μαρτυρήσων παρεῖναι τοῦ πράγματος ἤδη κεκριμένου.
12.6 καὶ κεκλημένος εἰς γάμους τοῦ γυναικείου γένους κατηγορεῖν.
12.7 καὶ ἐκ μακρᾶς ὁδοῦ ἥκοντα ἄρτι παρακαλεῖν εἰς περίπατον.
12.8 δεινὸς δὲ καὶ προσάγειν ὠνητὴν πλείω διδόντα ἤδη πεπρακότι.
12.9 καὶ ἀκηκοότας
12.10 καὶ μεμαθηκότας ἀνίστασθαι ἐξ ἀρχῆς διδάσκων.
12.11 καὶ πρόθυμος δὲ ἐπιμεληθῆναι, ἃ μὴ βούλεταί τις γενέσθαι, αἰσχύνεται δὲ ἀπείπασθαι.
12.12 καὶ θύοντας καὶ ἀναλίσκοντας ἥκειν τόκον ἀπαιτήσων. καὶ μαστιγουμένου οἰκέτου παρεστὼς διηγεῖσθαι,
12.13 ὅτι καὶ αὑτοῦ ποτε παῖς οὕτως πληγὰς λαβὼν ἀπήγξατο.
12.14 καὶ παρὼν διαίτῃ συγκρούειν, ἀμφοτέρων βουλομένων διαλύεσθαι.
12.15 καὶ ὀρχησόμενος ἅψασθαι ἑτέρου μηδέπω μεθύοντος.

περιεργίας ΙΓʼ

13.1 ἀμέλει ἡ περιεργία δόξει εἶναι προσποίησίς τις λόγων καὶ πράξεων μετὰ εὐνοίας, ὁ δὲ περίεργος τοιοῦτός τις,
13.2 οἷος ἐπαγγέλλεσθαι [ἀναστάς], ἃ μὴ δυνήσεται.
13.3 καὶ ὁμολογουμένου τοῦ πράγματος δικαίου εἶναι ἀνταναστὰς ἐλεγχθῆναι.
13.4 καὶ πλείω δὲ ἐπαναγκάσαι τὸν παῖδα κεράσαι, ἢ ὅσα δύνανται οἱ παρόντες ἐκπιεῖν.
13.5 καὶ διείργειν τοὺς μαχομένους, καὶ οὓς οὐ γιγνώσκει.
13.6 καὶ ἀτραποῦ ἡγήσασθαι, εἶτα μὴ δύνασθαι εὑρεῖν, οὗ πορεύεται.
13.7 καὶ τὸν στρατηγὸν προσελθὼν ἐρωτῆσαι, πότε μέλλει παρατάττεσθαι, καὶ τί μετὰ τὴν αὔριον παραγγελεῖ.
13.8 καὶ προσελθὼν τῷ πατρὶ εἰπεῖν, ὅτι ἡ μήτηρ ἤδη καθεύδει ἐν τῷ δωματίῳ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme