Thesauros Literature Philosophy Ῥητορική

Ῥητορική

Ῥητορική Aristotle

Book 3

2.14 καὶ ἐν τοῖς ἐπιθέτοις ἔστιν μὲν τὰς ἐπιθέσεις ποιεῖσθαι ἀπὸ φαύλου ἢ αἰσχροῦ, οἷον ὁ μητροφόντης, ἔστι δʼ ἀπὸ τοῦ βελτίονος, οἷον ὁ πατρὸς ἀμύντωρ· καὶ ὁ Σιμωνίδης, ὅτε μὲν ἐδίδου μισθὸν ὀλίγον αὐτῷ ὁ νικήσας τοῖς ὀρεῦσιν, οὐκ ἤθελε ποιεῖν, ὡς δυσχεραίνων εἰς ἡμιόνους ποιεῖν, ἐπεὶ δʼ ἱκανὸν ἔδωκεν, ἐποίησε χαίρετʼ ἀελλοπόδων θύγατρες ἵππων· Simonides fr. 7 καίτοι καὶ τῶν ὄνων θυγατέρες ἦσαν. ἔστιν αὖ τὸ ὑποκορίζεσθαι·
2.15 ἔστιν δὲ ὁ ὑποκορισμὸς ὃ ἔλαττον ποιεῖ καὶ τὸκακὸν καὶ τὸ ἀγαθόν, ὥσπερ καὶ Ἀριστοφάνης σκώπτει ἐν τοῖς Βαβυλωνίοις, ἀντὶ μὲν χρυσίου χρυσιδάριον, ἀντὶ δʼ ἱματίου ἱματιδάριον, ἀντὶ δὲ λοιδορίας λοιδορημάτιον καὶ ἀντὶ νοσήματος νοσημάτιον. εὐλαβεῖσθαι δὲ δεῖ καὶ παρατηρεῖν ἐν ἀμφοῖν τὸ μέτριον.
3.1 τὰ δὲ ψυχρὰ ἐν τέτταρσι γίγνεται κατὰ τὴν λέξιν, ἔν τε τοῖς διπλοῖς ὀνόμασιν, οἷον Λυκόφρων τὸν πολυπρόσωπον οὐρανὸν τῆς μεγαλοκορύφου γῆς, καὶ ἀκτὴν δὲ στενοπόρον, καὶ ὡς Γοργίας ὠνόμαζεν πτωχομουσοκόλοκας ἐπιορκήσαντας κατʼ εὐορκήσαντος, καὶ ὡς Ἀλκιδάμας μένους μὲν τὴν ψυχὴν πληρουμένην, πυρίχρων δὲ τὴν ὄψιν γιγνομένην, καὶ τελεσφόρον ᾠήθη τὴν προθυμίαν αὐτῶν γενήσεσθαι, καὶ τελεσφόρον τὴν πειθὼ τῶν λόγων κατέστησεν, καὶ κυανόχρων τὸ τῆς θαλάττης ἔδαφος· πάντα ταῦτα γὰρ ποιητικὰ διὰ τὴν δίπλωσιν φαίνεται.
3.2 μία μὲν οὖν αὕτη αἰτία,μία δὲ τὸ χρῆσθαι γλώτταις, οἷον Λυκόφρων Ξέρξην πέλωρον ἄνδρα, καὶ Σκίρων σίνις ἀνήρ, καὶ Ἀλκιδάμας ἄθυρμα τῇ ποιήσει, καὶ τὴν τῆς φύσεως ἀτασθαλίαν, καὶ ἀκράτῳ τῆς διανοίας ὀργῇ τεθηγμένον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme