Book 3
11.1
ὅτι μὲν οὖν τὰ ἀστεῖα ἐκ μεταφορᾶς τε τῆς ἀνάλογον λέγεται καὶ τῷ πρὸ ὀμμάτων ποιεῖν, εἴρηται· λεκτέον δὲ τί λέγομεν πρὸ ὀμμάτων, καὶ τί ποιοῦσι γίγνεται τοῦτο.
11.2
λέγω δὴ πρὸ ὀμμάτων ταῦτα ποιεῖν ὅσα ἐνεργοῦντα σημαίνει, οἷον τὸν ἀγαθὸν ἄνδρα φάναι εἶναι τετράγωνον μεταφορά, (ἄμφω γὰρ τέλεια), ἀλλʼ οὐ σημαίνει ἐνέργειαν· ἀλλὰ τὸ ἀνθοῦσαν ἔχοντος τὴν ἀκμήν ἐνέργεια, καὶ τὸ σὲ δʼ ὥσπερ ἄφετον ἐλεύθερον ἐνέργεια, καὶ τοὐντεῦθεν οὖν Ἕλληνες ᾄξαντες ποσίν· Eur. IA 80 τὸ ᾄξαντες ἐνέργεια καὶ μεταφορά· ταχὺ γὰρ λέγει.
11.3
καὶ ὡς κέχρηται πολλαχοῦ Ὅμηρος, τὸ τὰ ἄψυχα ἔμψυχα ποιεῖν διὰ τῆς μεταφορᾶς. ἐν πᾶσι δὲ τῷ ἐνέργειαν ποιεῖν εὐδοκιμεῖ, οἷον ἐν τοῖσδε, αὖτις ἐπὶ δάπεδόνδε κυλίνδετο λᾶας ἀναιδής, Hom. Od. 11.598 καὶ ἔπτατʼ ὀιστός, Hom. Il. 13.587 καὶ ἐπιπτέσθαι μενεαίνων, Hom. Il. 4.126 καὶ ἐν γαίῃ ἵσταντο λιλαιόμενα χροὸς ἆσαι, Hom. Il. 11.574 καὶ αἰχμὴ δὲ στέρνοιο διέσσυτο μαιμώωσα. Hom. Il. 15.541 ἐν πᾶσι γὰρ τούτοις διὰ τὸ ἔμψυχα εἶναι ἐνεργοῦντα φαίνεται· τὸ ἀναισχυντεῖν γὰρ καὶ μαιμᾶν καὶ τὰ ἄλλα ἐνέργεια. ταῦτα δὲ προσῆψε διὰ τῆς κατʼ ἀναλογίαν μεταφορᾶς· ὡς γὰρ ὁ λίθος πρὸς τὸν Σίσυφον, ὁ ἀναισχυντῶν πρὸς τὸν ἀναισχυντούμενον.
11.4
ποιεῖ δὲ καὶ ἐν ταῖς εὐδοκιμούσαις εἰκόσιν ἐπὶ τῶν ἀψύχων ταὐτά· κυρτά, φαληριόωντα· πρὸ μέν τʼ ἄλλʼ, αὐτὰρ ἐπʼ ἄλλα· Hom. Il. 13.799 κινούμενα γὰρ καὶ ζῶντα ποιεῖ πάντα, ἡ δʼ ἐνέργεια κίνησις.