Thesauros Literature Philosophy Ῥητορική

Ῥητορική

Ῥητορική Aristotle

Book 2

23.14 ἄλλος, ἐπειδὴ ἐπὶ τῶν πλείστων συμβαίνει ὥστε ἕπεσθαί τι τῷ αὐτῷ ἀγαθὸν καὶ κακόν, ἐκ τοῦ ἀκολουθοῦντος προτρέπειν ἢ ἀποτρέπειν, καὶ κατηγορεῖν ἢ ἀπολογεῖσθαι, καὶ ἐπαινεῖν ἢ ψέγειν, οἷον τῇ παιδεύσει τὸ φθονεῖσθαι ἀκολουθεῖ κακὸν ὄν, τὸ δὲ σοφὸν εἶναι ἀγαθόν· οὐ τοίνυν δεῖ παιδεύεσθαι, φθονεῖσθαι γὰρ οὐ δεῖ· δεῖ μὲν οὖν παιδεύεσθαι, σοφὸν γὰρ εἶναι δεῖ. ὁ τόπος οὗτός ἐστιν ἡ Καλλίππου τέχνη, προσλαβοῦσα τὸ δυνατὸν καὶ τἆλλα ὡς εἴρηται.
23.15 ἄλλος, ὅταν περὶ δυοῖν καὶ ἀντικειμένοιν ἢ προτρέπειν ἢ ἀποτρέπειν δέῃ, καὶ τῷ πρότερον εἰρημένῳ τρόπῳ ἐπʼ ἀμφοῖν χρῆσθαι. διαφέρει δέ, ὅτι ἐκεῖ μὲν τὰ τυχόντα ἀντιτίθεται, ἐνταῦθα δὲ τἀναντία· οἷον ἱέρεια οὐκ εἴα τὸν υἱὸν δημηγορεῖν· ἐὰν μὲν γάρ, ἔφη, τὰ δίκαια λέγῃς, οἱ ἄνθρωποί σε μισήσουσιν, ἐὰν δὲ τὰ ἄδικα, οἱ θεοί· δεῖ μὲν οὖν δημηγορεῖν· ἐὰν μὲν γὰρ τὰ δίκαια λέγῃς, οἱ θεοί σε φιλήσουσιν, ἐὰν δὲ τὰ ἄδικα, οἱ ἄνθρωποι. τοῦτο δʼ ἐστὶ ταὐτὸ τῷ λεγομένῳ, τὸ ἕλος πρίασθαι καὶ τοὺς ἅλας· καὶ ἡ βλαίσωσις τοῦτο ἐστίν, ὅταν δυοῖν ἐναντίοιν ἑκατέρῳ ἀγαθὸν καὶ κακὸν ἕπηται, ἐναντία ἑκάτερα ἑκατέροις.
23.16 ἄλλος, ἐπειδὴ οὐ ταὐτὰ φανερῶς ἐπαινοῦσι καὶ ἀφανῶς, ἀλλὰ φανερῶς μὲν τὰ δίκαια καὶ τὰ καλὰ ἐπαινοῦσι μάλιστα, ἰδίᾳ δὲ τὰ συμφέροντα μᾶλλον βούλονται, ἐκ τούτων πειρᾶσθαι συνάγειν θάτερον· τῶν γὰρ παραδόξων οὗτος ὁ τόπος κυριώτατός ἐστιν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme