Thesauros Literature Philosophy Ῥητορική

Ῥητορική

Ῥητορική Aristotle

Book 2

6.6 καὶ τὸ μὴ βοηθεῖν, δυνάμενον, εἰς χρήματα, ἢ ἧττον βοηθεῖν. καὶ τὸ βοηθεῖσθαι παρὰ τῶν ἧττον εὐπόρων,
6.7 καὶ δανείζεσθαι ὅτε δόξει αἰτεῖν, καὶ αἰτεῖν ὅτε ἀπαιτεῖν, καὶ ἀπαιτεῖν ὅτε αἰτεῖν, καὶ ἐπαινεῖν ἃ δόξει αἰτεῖν, καὶ τὸ ἀποτετυχηκότα μηδὲν ἧττον· πάντα γὰρ ἀνελευθερίας ταῦτα σημεῖα,
6.8 τὸ δʼ ἐπαινεῖν παρόντας κολακείας, καὶ τὸ τἀγαθὰ μὲν ὑπερεπαινεῖν τὰ δὲ φαῦλα συναλείφειν, καὶ τὸ ὑπεραλγεῖν ἀλγοῦντι παρόντα, καὶ τἆλλα πάντα ὅσα τοιαῦτα· κολακείας γὰρ σημεῖα.
6.9 καὶ τὸ μὴ ὑπομένειν πόνους οὓς οἱ πρεσβύτεροι ἢ τρυφῶντες ἢ ἐν ἐξουσίᾳ μᾶλλον ὄντες ἢ ὅλως οἱ ἀδυνατώτεροι· πάντα γὰρ μαλακίας σημεῖα.
6.10 καὶ τὸ ὑφʼ ἑτέρου εὖ πάσχειν, καὶ τὸ πολλάκις, καὶ ὃ εὖ ἐποίησεν ὀνειδίζειν· μικροψυχίας γὰρ πάντα καὶ ταπεινότητος σημεῖα.
6.11 καὶ τὸ περὶ αὑτοῦ πάντα λέγειν καὶ ἐπαγγέλλεσθαι, καὶ τὸ τἀλλότρια αὑτοῦ φάσκειν· ἀλαζονείας γάρ. ὁμοίως δὲ καὶ ἀπὸ τῶν ἄλλων ἑκάστης τῶν τοῦ ἤθους κακιῶν τὰ ἔργα καὶ τὰ σημεῖα καὶ τὰ ὅμοια· αἰσχρὰ γὰρ καὶ ἀναίσχυντα.
6.12 καὶ ἐπὶ τούτοις τὸ τῶν καλῶν ὧν πάντες μετέχουσιν, ἢ οἱ ὅμοιοι πάντες ἢ οἱ πλεῖστοι, μὴ μετέχειν—ὁμοίους δὲ λέγω ὁμοεθνεῖς, πολίτας, ἡλικιώτας, συγγενεῖς, ὅλως τοὺς ἐξ ἴσου—αἰσχρὸν γὰρ ἤδη τὸ μὴ μετέχειν οἷον παιδεύσεως ἐπὶ τοσοῦτον, καὶ τῶν ἄλλων ὁμοίως. πάντα δὲ ταῦτα μᾶλλον, ἂν διʼ ἑαυτὸν φαίνηται· οὕτω γὰρ ἤδη ἀπὸ κακίας μᾶλλον, ἂν αὐτὸς ᾖ αἴτιος τῶν ὑπαρξάντων ἢ ὑπαρχόντων ἢ μελλόντων.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme