Thesauros Literature Philosophy Ῥητορική

Ῥητορική

Ῥητορική Aristotle

Book 1

12.26 καὶ τοὺς πολλὰ ἠδικηκότας, ἢ τοιαῦτα οἷα ἀδικοῦνται· ἐγγὺς γάρ τι δοκεῖ τοῦ μὴ ἀδικεῖν εἶναι ὅταν τι τοιοῦτον ἀδικηθῇ τις οἷον εἰώθει καὶ αὐτὸς ἀδικεῖν· λέγω δʼ οἷον εἴ τις τὸν εἰωθότα ὑβρίζειν αἰκίσαιτο.
12.27 καὶ τοὺς ἢ πεποιηκότας κακῶς ἢ βουληθέντας ἢ βουλομένους ἢ ποιήσοντας· ἔχει γὰρ καὶ τὸ ἡδὺ καὶ τὸ καλόν, καὶ ἐγγὺς τοῦ μὴ ἀδικεῖν φαίνεται.
12.28 καὶ οἷς χαριοῦνται ἢ φίλοις ἢ θαυμαζομένοις ἢ ἐρωμένοις ἢ κυρίοις ἢ ὅλως πρὸς οὓς ζῶσιν αὐτοί.
12.29 καὶ πρὸς οὓς ἔστιν ἐπιεικείας τυχεῖν. καὶ οἷς ἂν ἐγκεκληκότες ὦσιν καὶ προδιακεχωρηκότες, οἷον Κάλλιππος ἐποίησεν τὰ περὶ Δίωνα· καὶ γὰρ τὰ τοιαῦτα ἐγγὺς τοῦ μὴ ἀδικεῖν φαίνεται.
12.30 καὶ τοὺς ὑπʼ ἄλλων μέλλοντας, ἂν μὴ αὐτοί, ὡς οὐκέτι ἐνδεχόμενον βουλεύσασθαι, ὥσπερ λέγεται Αἰνεσίδημος Γέλωνι πέμψαι κοττάβια ἀνδραποδισαμένῳ , ὅτι ἔφθασεν, ὡς καὶ αὐτὸς μέλλων.
12.31 καὶ οὓς ἀδικήσαντες δυνήσονται πολλὰ δίκαια πράττειν, ὡς ῥᾳδίως ἰασόμενοι, ὥσπερ ἔφη Ἰάσων ὁ Θετταλὸς δεῖν ἀδικεῖν ἔνια, ὅπως δύνηται καὶ δίκαια πολλὰ ποιεῖν.
12.32 καὶ ἃ πάντες ἢ πολλοὶ ἀδικεῖν εἰώθασιν· συγγνώμης γὰρ οἴονται τεύξεσθαι.
12.33 καὶ τὰ ῥᾴδια κρύψαι· τοιαῦτα δὲ ὅσα ταχὺ ἀναλίσκεται, οἷον τὰ ἐδώδιμα, ἢ τὰ εὐμετάβλητα σχήμασιν ἢ χρώμασιν ἢ κράσεσιν, ἢ ἃ πολλαχοῦ ἀφανίσαι εὔπορον·
12.34 τοιαῦτα δὲ τὰ εὐβάστακτα καὶ ἐν μικροῖς τόποις ἀφανιζόμενα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme