Book 1
7.28
καὶ ὃ πάντες αἱροῦνται τοῦ μὴ ὃ πάντες. καὶ ὃ οἱ πλείους ἢ ὃ οἱ ἐλάττους· ἀγαθὸν γὰρ ἦν οὗ πάντες ἐφίενται, ὥστε καὶ μεῖζον οὗ μᾶλλον. καὶ ὃ οἱ ἀμφισβητοῦντες ἢ οἱ ἐχθροί, ἢ οἱ κρίνοντες ἢ οὓς οὗτοι κρίνουσιν· τὸ μὲν γὰρ ὡς ἂν εἰ πάντες φαῖέν ἐστι, τὸ δὲ οἱ κύριοι καὶ οἱ εἰδότες.
7.29
καὶ ὁτὲ μὲν οὗ πάντες μετέχουσι μεῖζον· ἀτιμία γὰρ τὸ μὴ μετέχειν· ὁτὲ δὲ οὗ μηδεὶς ἢ οὗ ὀλίγοι· σπανιώτερον γάρ.
7.30
καὶ τὰ ἐπαινετώτερα· καλλίω γάρ. καὶ ὧν αἱ τιμαὶ μείζους, ὡσαύτως· ἡ γὰρ τιμὴ ὥσπερ ἀξία τίς ἐστιν. καὶ ὧν αἱ ζημίαι μείζους.
7.31
καὶ τὰ τῶν ὁμολογουμένων ἢ φαινομένων μεγάλων μείζω. καὶ διαιρούμενα δὲ εἰς τὰ μέρη τὰ αὐτὰ μείζω φαίνεται. πλεῖον γὰρ ὑπερέχειν φαίνεται, ὅθεν καὶ ὁ ποιητής φησι πεῖσαι τὸν Μελέαγρον ἀναστῆναι ὅσσα κάκʼ ἀνθρώποισι πέλει τῶν ἄστυ ἁλώῃ· λαοὶ μὲν φθινύθουσι, πόλιν δέ τε πῦρ ἀμαθύνει, τέκνα δέ τʼ ἄλλοι ἄγουσιν. Hom. Il. 9.592-594 καὶ τὸ συντιθέναι δὲ καὶ ἐποικοδομεῖν, ὥσπερ Ἐπίχαρμος, διά τε τὸ αὐτὸ τῇ διαιρέσει (ἡ γὰρ σύνθεσις ὑπεροχὴν δείκνυσι πολλήν) καὶ ὅτι ἀρχὴ φαίνεται μεγάλων καὶ αἴτιον.
7.32
ἐπεὶ δὲ τὸ χαλεπώτερον καὶ σπανιώτερον μεῖζον, καὶ οἱ καιροὶ καὶ αἱ ἡλικίαι καὶ οἱ τόποι καὶ οἱ χρόνοι καὶ αἱ δυνάμεις ποιοῦσι μεγάλα· εἰ γὰρ παρὰ δύναμιν καὶ παρὰ ἡλικίαν καὶ παρὰ τοὺς ὁμοίους, καὶ εἰ οὕτως ἢ ἐνταῦθα ἢ τότε, ἕξει μέγεθος καὶ καλῶν καὶ ἀγαθῶν καὶ δικαίων καὶ τῶν ἐναντίων, ὅθεν καὶ τὸ ἐπίγραμμα τῷ Ὀλυμπιονίκῃ· πρόσθε μὲν ἀμφʼ ὤμοισιν ἔχων τραχεῖαν ἄσιλλαν ἰχθῦς ἐξ Ἄργους εἰς Τεγέαν ἔφερον, Simonides fr. 163 καὶ ὁ Ἰφικράτης αὑτὸν ἐνεκωμίαζε λέγων ἐξ ὧν ὑπῆρξεν ταῦτα.