Book 1
5.6
εὐτεκνία δὲ καὶ πολυτεκνία οὐκ ἄδηλα. ἔστιν δὲ τῷ κοινῷ μὲν εὐτεκνία, νεότης ἂν ᾖ πολλὴ καὶ ἀγαθή, ἀγαθὴ δὲ κατʼ ἀρετὴν σώματος, οἷον μέγεθος, κάλλος, ἰσχύν, δύναμιν ἀγωνιστικήν· ψυχῆς δὲ σωφροσύνη καὶ ἀνδρεία νέου ἀρεταί· ἰδίᾳ δὲ εὐτεκνία καὶ πολυτεκνία τὸ τὰ ἴδια τέκνα πολλὰ καὶ τοιαῦτα εἶναι, καὶ θήλεα καὶ ἄρρενα· θηλειῶν δὲ ἀρετὴ σώματος μὲν κάλλος καὶ μέγεθος, ψυχῆς δὲ σωφροσύνη καὶ φιλεργία ἄνευ ἀνελευθερίας. ὁμοίως δὲ καὶ ἰδίᾳ καὶ κοινῇ, καὶ κατʼ ἄνδρας καὶ κατὰ γυναῖκας, δεῖ ζητεῖν ἕκαστον ὑπάρχειν τῶν τοιούτων· ὅσοις γὰρ τὰ κατὰ γυναῖκας φαῦλα ὥσπερ Λακεδαιμονίοις, σχεδὸν κατὰ τὸ ἥμισυ οὐκ εὐδαιμονοῦσιν.
5.7
πλούτου δὲ μέρη νομίσματος πλῆθος καὶ γῆς, χωρίων κτῆσις πλήθει καὶ μεγέθει καὶ κάλλει διαφερόντων, ἔτι δὲ ἐπίπλων κτῆσις καὶ ἀνδραπόδων καὶ βοσκημάτων πλήθει καὶ κάλλει διαφερόντων, ταῦτα δὲ πάντα οἰκεῖα καὶ ἀσφαλῆ καὶ ἐλευθέρια καὶ χρήσιμα. ἔστιν δὲ χρήσιμα μὲν μᾶλλον τὰ κάρπιμα, ἐλευθέρια δὲ τὰ πρὸς ἀπόλαυσιν (κάρπιμα δὲ λέγω ἀφʼ ὧν αἱ πρόσοδοι, ἀπολαυστικὰ δὲ ἀφʼ ὧν μηδὲν παρὰ τὴν χρῆσιν γίγνεται ὅ τι καὶ ἄξιον). ὅρος δὲ ἀσφαλείας μὲν τὸ ἐνταῦθα καὶ οὕτω κεκτῆσθαι ὥστʼ ἐφʼ αὑτῷ εἶναι τὴν χρῆσιν αὐτῶν, τοῦ δὲ οἰκεῖα εἶναι ἢ μὴ ὅταν ἐφʼ αὑτῷ ᾖ ἀπαλλοτριῶσαι· λέγω δὲ ἀπαλλοτρίωσιν δόσιν καὶ πρᾶσιν. ὅλως δὲ τὸ πλουτεῖν ἐστιν ἐν τῷ χρῆσθαι μᾶλλον ἢ ἐν τῷ κεκτῆσθαι· καὶ γὰρ ἡ ἐνέργειά ἐστι τῶν τοιούτων καὶ ἡ χρῆσις πλοῦτος.
5.8
εὐδοξία δʼ ἐστὶν τὸ ὑπὸ πάντων σπουδαῖον ὑπολαμβάνεσθαι ἢ τοιοῦτόν τι ἔχειν οὗ πάντες ἐφίενται ἢ οἱ πολλοὶ ἢ οἱ ἀγαθοὶ ἢ οἱ φρόνιμοι.