Book 1
4.13
χρήσιμον δὲ πρὸς τὰς νομοθεσίας τὸ μὴ μόνον ἐπαΐειν τίς πολιτεία συμφέρει, ἐκ τῶν παρεληλυθότων θεωροῦντα, ἀλλὰ καὶ τὰς παρὰ τοῖς ἄλλοις εἰδέναι, αἱ ποῖαι τοῖς ποίοις ἁρμόττουσιν· ὥστε δῆλον ὅτι πρὸς μὲν τὴν νομοθεσίαν αἱ τῆς γῆς περίοδοι χρήσιμοι (ἐντεῦθεν γὰρ λαβεῖν ἔστιν τοὺς τῶν ἐθνῶν νόμους), πρὸς δὲ τὰς πολιτικὰς συμβουλὰς αἱ τῶν περὶ τὰς πράξεις γραφόντων ἱστορίαι· ἅπαντα δὲ ταῦτα πολιτικῆς ἀλλʼ οὐ ῥητορικῆς ἔργον ἐστίν.
4.13
περὶ ὧν μὲν οὖν ἔχειν δεῖ τὰς προτάσεις τὸν μέλλοντα συμβουλεύειν, τὰ μέγιστα τοσαῦτά ἐστιν· ἐξ ὧν δὲ δεῖ καὶ περὶ τούτων καὶ περὶ τῶν ἄλλων προτρέπειν ἢ ἀποτρέπειν λέγωμεν πάλιν.
5.1
σχεδὸν δὲ καὶ ἰδίᾳ ἑκάστῳ καὶ κοινῇ πᾶσι σκοπός τις ἔστιν οὗ στοχαζόμενοι καὶ αἱροῦνται καὶ φεύγουσιν· καὶ τοῦτʼ ἐστὶν ἐν κεφαλαίῳ εἰπεῖν ἥ τʼ εὐδαιμονία καὶ τὰ μόρια αὐτῆς·
5.2
ὥστε παραδείγματος χάριν λάβωμεν τί ἐστιν ὡς ἁπλῶς εἰπεῖν ἡ εὐδαιμονία, καὶ ἐκ τίνων τὰ μόρια ταύτης· περὶ γὰρ ταύτης καὶ τῶν εἰς ταύτην συντεινόντων καὶ τῶν ἐναντίων ταύτῃ αἵ τε προτροπαὶ καὶ αἱ ἀποτροπαὶ πᾶσαί εἰσιν· τὰ μὲν γὰρ παρασκευάζοντα ταύτην ἢ τῶν μορίων τι, ἢ μεῖζον ἀντʼ ἐλάττονος ποιοῦντα, δεῖ πράττειν, τὰ δὲ φθείροντα ἢ ἐμποδίζοντα ἢ τὰ ἐναντία ποιοῦντα μὴ πράττειν.
5.3
ἔστω δὴ εὐδαιμονία εὐπραξία μετʼ ἀρετῆς, ἢ αὐτάρκεια ζωῆς, ἢ ὁ βίος ὁ μετὰ ἀσφαλείας ἥδιστος, ἢ εὐθενία κτημάτων καὶ σωμάτων μετὰ δυνάμεως φυλακτικῆς τε καὶ πρακτικῆς τούτων· σχεδὸν γὰρ τούτων ἓν ἢ πλείω τὴν εὐδαιμονίαν ὁμολογοῦσιν εἶναι ἅπαντες.