Book 3
1278a
ὅτι μὲν οὖν εἴδη πλείω πολίτου, φανερὸν ἐκ τούτων, καὶ ὅτι λέγεται μάλιστα πολίτης ὁ μετέχων τῶν τιμῶν, ὥσπερ καὶ Ὅμηρος ἐποίησεν ὡς εἴ τινʼ ἀτίμητον μετανάστην· Hom. Il. 9.648 Hom. Il. 16.59 ὥσπερ μέτοικος γάρ ἐστιν ὁ τῶν τιμῶν μὴ μετέχων. ἀλλʼ ἐστὶν ὅπου τὸ τοιοῦτον ἐπικεκρυμμένον ἐστίν, ἀπάτης χάριν τῶν συνοικούντων ἐστίν.
1278b
πότερον μὲν οὖν ἑτέραν ἢ τὴν αὐτὴν θετέον, καθʼ ἣν ἀνὴρ ἀγαθός ἐστι καὶ πολίτης σπουδαῖος, δῆλον ἐκ τῶν εἰρημένων, ὅτι τινὸς μὲν πόλεως ὁ αὐτὸς τινὸς δʼ ἕτερος, κἀκεῖνος οὐ πᾶς ἀλλʼ ὁ πολιτικὸς καὶ κύριος ἢ δυνάμενος εἶναι κύριος, ἢ καθʼ αὑτὸν ἢ μετʼ ἄλλων, τῆς τῶν κοινῶν ἐπιμελείας.