Thesauros Literature Philosophy Οἰκονομικά

Οἰκονομικά

Οἰκονομικά Aristotle

Book 2

33 ἀποστείλας τέ τινα ἐπʼ ἀγοράσμά τε καὶ αἰσθόμενος ὅτι εὐώνων ἐπιτετύχηκεν, αὐτῷ δὲ μέλλει ἐκτετιμημένα λογίζεσθαι, πρὸς τοὺς συνήθεις τοῦ ἀγοραστοῦ ἔλεγεν ὅτι ἀκηκοὼς εἴη τὰ ἀγοράσματα αὐτὸν ὑπερτίμια ἠγορακέναι· αὐτὸς οὖν οὐ προσέξειν· καὶ ἅμα τὴν ἀβελτερίαν αὐτοῦ ἐλοιδόρει μετʼ ὀργῆς προσποιητοῦ. οἱ δὲ ταῦτα ἀκούοντες οὐκ ἔφασαν δεῖν πιστεύειν αὐτὸν τοῖς λέγουσί τι κατʼ ἐκείνου, ἕως αὐτὸς παραγενόμενος τὸν λόγον αὐτῷ δῷ. ἀφικομένου δὲ τοῦ ἀγοραστοῦ ἀπήγγειλαν αὐτῷ τὰ παρὰ τοῦ Κλεομένους· ὁ δʼ ἐκείνοις τε βουλόμενος ἐνδείξασθαι καὶ τῷ Κλεομένει, ἀνήνεγκε τὰς τιμὰς ὧνπερ ἦν ἠγορακώς.
33 τοῦ τε σίτου πωλουμένου ἐν τῇ χώρᾳ δεκαδράχμου, καλέσας τοὺς ἐργαζομένους ἠρώτα, πόσου βούλονται αὑτῷ ἐργάζεσθαι· οἱ δʼ ἔφασαν ἐλάσσονος ἢ ὅσου ἂν τοῖς ἐμπόροις ἐπώλουν. ὁ δʼ ἐκείνους μὲν ἐκέλευσεν αὑτῷ παραδιδόναι ὅσουπερ ἐπώλουν τοῖς ἄλλοις· αὐτὸς δὲ τάξας τριάκοντα καὶδύο δραχμὰς τοῦ σίτου τιμὴν οὕτως ἐπώλει.
33 τούς τε ἱερεῖς καλέσας ἔφησε πολὺ τὸ ἀνώμαλον ἀνάλωμα ἐν τῇ χώρᾳ γίνεσθαι εἰς τὰ ἱερά· δεῖν οὖν καὶ τῶν ἱερῶν τινα καὶ τῶν ἱερέων τὸ πλῆθος καταλυθῆναι. οἱ δὲ ἱερεῖς καὶ ἰδίᾳ ἕκαστος καὶ κοινῇ τὰ ἱερὰ χρήματα ἐδίδοσαν, οἰόμενοί τε αὐτὸν τῇ ἀληθείᾳ μέλλειν τοῦτο ποιεῖν, καὶ ἕκαστος βουλόμενος τό τε ἱερὸν τὸ αὑτοῦ μείναι κατὰ χώραν καὐτὸς ἱερεύς.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme