Book 2
27
Κότυς Θρᾷξ παρὰ Περινθίων ἐδανείζετο χρήματα εἰς τοὺς στρατιώτας συναγαγεῖν· οἱ δὲ Περίνθιοι οὐκ ἐδίδοσαν αὐτῷ. ἠξίωσεν οὖν αὐτοὺς ἄνδρας γε τῶν πολιτῶν φρουροὺς δοῦναι εἰς χωρία τινά, ἵνα τοῖς ἐκεῖ στρατιώταις νῦν φρουροῦσι σχῇ ἀποχρήσασθαι. οἱ δὲ τοῦτο ταχέως ἐποίησαν, οἰόμενοι τῶν χωρίων κύριοι ἔσεσθαι. ὁ δὲ Κότυς τοὺς ἀποσταλέντας εἰς φυλακὴν ποιήσας τὰ χρήματα αὐτοὺς ἐκέλευσεν ἀποστείλαντας, ἃ ἐδανείζετο παρʼ αὐτῶν, κομίσασθαι.
28
Μέντωρ Ῥόδιος Ἑρμείαν συλλαβὼν καὶ τὰ χωρία αὐτοῦ κατασχὼν τοὺς ἐπιμελητὰς εἴασε κατὰ χώραν τοὺς ὑπὸ τοῦ Ἑρμείου καθεστηκότας. ἐπεὶ δὲ ἐθάρρησάν τε ἅπαντες καί, εἴ τί ποτʼ ἦν αὐτοῖς ἀποκεκρυμμένον ἢ ὑπεκκείμενον, μεθʼ αὑτῶν εἶχον, συλλαβὼν αὐτοὺς πάντα παρείλετο ἃ εἶχον.
29
Μέμνων Ῥόδιος κυριεύσας Λαμψάκου δεηθεὶς χρημάτων ἐπέγραψε τοῖς πλουσιωτάτοις αὐτῶν πλῆθός τι ἀργυρίου, τούτοις δὲ τὴν κομιδὴν ἔσεσθαι παρὰ τῶν ἄλλων πολιτῶν ἔφησεν· ἐπεὶ δὲ οἱ ἄλλοι πολῖται εἰσήνεγκαν, ἐκέλευσε καὶ ταῦτα αὑτῷ δανεῖσαι ἐν χρόνῳ διειπάμενος ἐν ᾧ πάλιν αὐτοῖς ἀποδώσει.
29
πάλιν τε δεηθεὶς χρημάτων ἠξίωσεν αὐτοὺς εἰσενέγκαι, κομίσασθαι δὲ ἐκ τῶν προσόδων· οἳ δʼ εἰσήνεγκαν ὡς διὰ ταχέων αὐτοῖς ἐσομένης τῆς κομιδῆς· ἐπεὶ δὲ καὶ αἱ καταβολαὶ τῶν προσόδων παρῆσαν, ἔφησεν ἐπʼ αὐτῷ χρείαν εἶναι καὶ τούτων, ἐκείνοις δὲ ὕστερον ἀποδώσειν σὺν τόκῳ.
29
τῶν τε στρατευομένων παρʼ αὐτῷ παρῃρεῖτο τὰς σιταρχίας καὶ τοὺς μισθοὺς ἓξ ἡμερῶν τὸν ἐνιαυτόν, φάσκων ταύταις ταῖς ἡμέραις οὔτε φυλακὴν αὐτοῖς οὐδεμίαν οὔτε πορείαν οὔτε δαπάνην ποιεῖσθαι, τὰς ἐξαιρεσίμους λέγων.