Thesauros Literature Philosophy Ἠθικὰ Νικομάχεια

Ἠθικὰ Νικομάχεια

Ἠθικὰ Νικομάχεια Aristotle

Book 8

4 εἰς ταῦτα δὲ τὰ εἴδη τῆς φιλίας νενεμημένης οἱ μὲν φαῦλοι ἔσονται φίλοι διʼ ἡδονὴν ἢ τὸ χρήσιμον, ταύτῃ ὅμοιοι ὄντες, οἱ δʼ ἀγαθοὶ διʼ αὑτοὺς φίλοι· ᾗ γὰρ ἀγαθοί. οὗτοι μὲν οὖν ἁπλῶς φίλοι, ἐκεῖνοι δὲ κατὰ συμβεβηκὸς καὶ τῷ ὡμοιῶσθαι τούτοις.
5 ὥσπερ δʼ ἐπὶ τῶν ἀρετῶν οἳ μὲν καθʼ ἕξιν οἳ δὲ κατʼ ἐνέργειαν ἀγαθοὶ λέγονται, οὕτω καὶ ἐπὶ τῆς φιλίας· οἱ μὲν γὰρ συζῶντες χαίρουσιν ἀλλήλοις καὶ πορίζουσι τἀγαθά, οἱ δὲ καθεύδοντες ἢ κεχωρισμένοι τοῖς τόποις οὐκ ἐνεργοῦσι μέν, οὕτω δʼ ἔχουσιν ὥστʼ ἐνεργεῖν φιλικῶς· οἱ γὰρ τόποι οὐ διαλύουσι τὴν φιλίαν ἁπλῶς, ἀλλὰ τὴν ἐνέργειαν. ἐὰν δὲ χρόνιος ἡ ἀπουσία γίνηται, καὶ τῆς φιλίας δοκεῖ λήθην ποιεῖν· ὅθεν εἴρηται πολλὰς δὴ φιλίας ἀπροσηγορία διέλυσεν. οὐ φαίνονται δʼ οὔθʼ οἱ πρεσβῦται οὔθʼ οἱ στρυφνοὶ φιλικοὶ εἶναι· βραχὺ γὰρ ἐν αὐτοῖς τὸ τῆς ἡδονῆς, οὐδεὶς δὲ δύναται συνημερεύειν τῷ λυπηρῷ οὐδὲ τῷ μὴ ἡδεῖ· μάλιστα γὰρ ἡ φύσις φαίνεται τὸ λυπηρὸν φεύγειν, ἐφίεσθαι δὲ τοῦ ἡδέος. οἱ δʼ ἀποδεχόμενοι ἀλλήλους, μὴ συζῶντες δέ, εὔνοις ἐοίκασι μᾶλλον ἢ φίλοις. οὐδὲνγὰρ οὕτως ἐστὶ φίλων ὡς τὸ συζῆν ʽὡ̓φελείας μὲν γὰρ οἱ ἐνδεεῖς ὀρέγονται, συνημερεύειν δὲ καὶ οἱ μακάριοι· μονώταις γὰρ εἶναι τούτοις ἥκιστα προσήκεἰ· συνδιάγειν δὲ μετʼ ἀλλήλων οὐκ ἔστι μὴ ἡδεῖς ὄντας μηδὲ χαίροντας τοῖς αὐτοῖς, ὅπερ ἡ ἑταιρικὴ δοκεῖ ἔχειν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme