Thesauros Literature Philosophy Ἠθικὰ Νικομάχεια

Ἠθικὰ Νικομάχεια

Ἠθικὰ Νικομάχεια Aristotle

Book 8

6 εἰσὶ δʼ οὖν αἱ εἰρημέναι φιλίαι ἐν ἰσότητι· τὰ γὰρ αὐτὰ γίνεται ἀπʼ ἀμφοῖν καὶ βούλονται ἀλλήλοις, ἢ ἕτερον ἀνθʼ ἑτέρου καταλλάττονται, οἷον ἡδονὴν ἀντʼ ὠφελείας· ὅτι δὲ καὶ ἧττόν εἰσιν αὗται φιλίαι καὶ μένουσιν, εἴρηται. δοκοῦσι δὲ καὶ διʼ ὁμοιότητα καὶ ἀνομοιότητα ταὐτοῦ εἶναί τε καὶ οὐκ εἶναι φιλίαι· καθʼ ὁμοιότητα γὰρ τῆς κατʼ ἀρετὴν φαίνονται φιλίαι (ἣ μὲν γὰρ τὸ ἡδὺ ἔχει ἣ δὲ τὸ χρήσιμον, ταῦτα δʼ ὑπάρχει κἀκείνῃ), τῷ δὲ τὴν μὲν ἀδιάβλητον καὶ μόνιμον εἶναι, ταύτας δὲ ταχέως μεταπίπτειν ἄλλοις τε διαφέρειν πολλοῖς, οὐ φαίνονται φιλίαι, διʼ ἀνομοιότητα ἐκείνης.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme