Book 7
2
τούτου δὲ διωρισμένου ληπτέον ὑπόθεσιν ἑτέραν. τῶν γὰρ ἀγαθῶν τὰ μὲν ἁπλῶς ἐστιν ἀγαθά, τὰ δὲ τινί, ἁπλῶς δὲ οὔ. καὶ τὰ αὐτὰ ἁπλῶς ἀγαθὰ καὶ ἁπλῶς ἡδέα. τὰ μὲν γὰρ τῷ ὑγιαίνοντί φαμεν σώματι συμφέροντα ἁπλῶς εἶναι σώματι ἀγαθά, τὰ δὲ τῷ κάμνοντι οὔ, οἷον φαρμακείας καὶ τομάς. ὁμοίως δὲ καὶ ἡδέα ἁπλῶς σώματι τὰ τῷ ὑγιαίνοντι καὶ ὁλοκλήρῳ, οἷον τὸ ἐν τῷ φωτὶ ὁρᾶν καὶ οὐ τὸ ἐν τῷ σκότει· καίτοι τῷ ὀφθαλμιῶντι ἐναντίως. καὶ οἶνος ἡδίων οὐχ ὁ τῷ διεφθαρμένῳ τὴν γλῶτταν ὑπὸ οἰνοφλυγίας, ἐπεὶ οὔτε ὄξος παρεγχέουσιν, ἀλλὰ τῇ ἀδιαφθόρῳ αἰσθήσει. ὁμοίως δὲ καὶ ἐπὶ ψυχῆς, καὶ οὐχ ἃ τοῖς παιδίοις καὶ τοῖς θηρίοις, ἀλλʼ ἃ τοῖς καθεστῶσιν. ἀμφοτέρων γοῦν μεμνημένοι ταῦθʼ αἱρούμεθα. ὡς δʼ ἔχει παιδίον καὶ θηρίον πρὸς ἄνθρωπον καθεστῶτα, οὕτως ἔχει ὁ φαῦλος καὶ ἄφρων πρὸς τὸν ἐπιεικῆ καὶ φρόνιμον. τούτοις δὲ ἡδέα τὰ κατὰ τὰς ἕξεις· ταῦτα δʼ ἐστὶ τὰ ἀγαθὰ καὶ τὰ καλά.
2
ἐπεὶ οὖν τὰ ἀγαθὰ πλεοναχῶς (τὸ μὲν γὰρ τῷ τοιόνδʼ εἶναι λέγομεν ἀγαθόν, τὸ δὲ τῷ ὠφέλιμον καὶ χρήσιμον), ἔτι δὲ τὸ ἡδὺ τὸ μὲν ἁπλῶς καὶ ἀγαθὸν ἁπλῶς, τὸ δὲ τινὶ καὶ φαινόμενον ἀγαθόν· ὥσπερ καὶ ἐπὶ τῶν ἀψύχων διʼ ἕκαστον τούτων ἐνδέχεται ἡμᾶς αἱρεῖσθαί τι καὶ φιλεῖν, οὕτω καὶ ἄνθρωπον. τὸν μὲν γὰρ τῷ τοιόνδε καὶ διʼ ἀρετήν, τὸν δʼ ὅτι ὠφέλιμος καὶ χρήσιμος, τὸν δʼ ὅτι ἡδὺς καὶ διʼ ἡδονήν. φίλος δὴ γίνεται ὅταν φιλούμενος ἀντιφιλῇ, καὶ τοῦτο μὴ λανθάνῃ πως αὐτούς.