Thesauros Literature Philosophy Ἠθικὰ Εὐδήμεια

Ἠθικὰ Εὐδήμεια

Ἠθικὰ Εὐδήμεια Aristotle

Book 3

1 τὰ μὲν οὖν φοβερά, περὶ ὅσα φαμὲν εἶναι τὸν ἀνδρεῖον, εἴρηται δὴ ὅτι τὰ φαινόμενα ποιητικὰ λύπης τῆς φθαρτικῆς· ταῦτα μέντοι πλησίον τε φαινόμενα καὶ μὴ πόρρω, καὶ τοσαῦτα τῷ μεγέθει ὄντα ἢ φαινόμενα ὥστʼ εἶναι σύμμετρα πρὸς ἄνθρωπον. ἔνια γὰρ ἀνάγκη παντὶ φαίνεσθαι ἀνθρώπῳ φοβερὰ καὶ διαταράττειν. οὐθὲν γὰρ κωλύει, ὥσπερ θερμὰ καὶ ψυχρά, καὶ τῶν ἄλλων δυνάμεων ἐνίας ὑπὲρ ἡμᾶς εἶναι καὶ τὰς τοῦ ἀνθρωπίνου σώματος ἕξεις· οὕτω καὶ τῶν περὶ τὴν ψυχὴν παθημάτων.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme