Thesauros Literature Philosophy Ἀθηναίων πολιτεία

Ἀθηναίων πολιτεία

Ἀθηναίων πολιτεία Aristotle
5 ἐπιμελεῖται δὲ καὶ τῆς εἰς Θαργήλια καὶ τῆς τῷ Διὶ τῷ Σωτῆρι. διοικεῖ δὲ καὶ τὸν ἀγῶνα τῶν Διονυσίων οὗτος καὶ τῶν Θαργηλίων. ἑορτῶν μὲν οὖν ἐπιμελεῖται τούτων.
6 γραφαὶ δὲ καὶ δίκαι λαγχάνονται πρὸς αὐτόν, ἃς ἀνακρίνας εἰς τὸ δικαστήριον εἰσάγει, γονέων κακώσεως ʽαὗται δʼ εἰσὶν ἀζήμιοι τῷ βουλομένῳ διώκειν̓, ὀρφανῶν κακώσεως ʽαὗται δʼ εἰσὶ κατὰ τῶν ἐπιτρόπων̓, ἐπικλήρου κακώσεως ʽαὗται δʼ εἰσὶ κατὰ τῶν ἐπιτρόπων καὶ τῶν συνοικούντων̓, οἴκου ὀρφανικοῦ κακώσεως ʽεἰσὶ δὲ καὶ αὗται κατὰ τῶν ἐπιτρόπων̓, παρανοίας, ἐάν τις αἰτιᾶταί τινα παρανοοῦντα τὰ ὑπάρχοντα ἀπολλύναι, εἰς δατητῶν αἵρεσιν, ἐάν τις μὴ θέλῃ κοινὰ τὰ ὄντα νέμεσθαι, εἰς ἐπιτροπῆς κατάστασιν, εἰς ἐπιτροπῆς διαδικασίαν, εἰς ἐμφανῶν κατάστασιν, ἐπίτροπον αὑτὸν ἐγγράψαι, κλήρων καὶ ἐπικλήρων ἐπιδικασίαι.
7 ἐπιμελεῖται δὲ καὶ τῶν ὀρφανῶν καὶ τῶν ἐπικλήρων, καὶ τῶν γυναικῶν ὅσαι ἂν τελευτήσαντος τοῦ ἀνδρὸς σκήπτωνται κύειν. καὶ κύριός ἐστι τοῖς ἀδικοῦσιν ἐπιβάλλειν ἢ εἰσάγειν εἰς τὸ δικαστήριον. μισθοῖ δὲ καὶ τοὺς οἴκους τῶν ὀρφανῶν καὶ τῶν ἐπικλήρων, ἕως ἄν τις τετταρακαιδεκέτις γένηται, καὶ τὰ ἀποτιμήματα λαμβάνει, καὶ τοὺς ἐπιτρόπους, ἐὰν μὴ διδῶσι τοῖς παισὶ τὸν σῖτον, οὗτος εἰσπράττει.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme