Thesauros Literature Philosophy Ἀθηναίων πολιτεία

Ἀθηναίων πολιτεία

Ἀθηναίων πολιτεία Aristotle
4 κληροῦσι δὲ καὶ εὐθύνους ἕνα τῆς φυλῆς ἑκάστης, καὶ παρέδρους β ἑκάστῳ τῶν εὐθύνων οἷς ἀναγκαῖόν ἐστι ταῖς ἀγοραῖς κατὰ τὸν ἐπώνυμον τὸν τῆς φυλῆς ἑκάστης καθῆσθαι, κἄν τις βούληταί τινι τῶν τὰς εὐθύνας ἐν τῷ δικαστηρίῳ δεδωκότων ἐντὸς γ ἡμερῶν ἀφʼ ἧς ἔδωκε τὰς εὐθύνας εὔθυναν ἄν τʼ ἰδίαν ἄν τε δημοσίαν ἐμβαλέσθαι, γράψας εἰς πινάκιον λελευκωμένον τοὔνομα τό θʼ αὑτοῦ καὶ τὸ τοῦ φεύγοντος, καὶ τὸ ἀδίκημʼ ὅ τι ἂν ἐγκαλῇ, καὶ τίμημα ἐπιγραψάμενος ὅ τι ἂν αὐτῷ δοκῇ, δίδωσιν τῷ εὐθύνῳ·
5 ὁ δὲ λαβὼν τοῦτο καὶ ἀνακρίνας, ἐὰν μὲν καταγνῷ, παραδίδωσιν τὰ μὲν ἴδια τοῖς δικασταῖς τοῖς κατὰ δήμους τοῖς τὴν φυλὴν ταύτην δικάζουσιν, τὰ δὲ δημόσια τοῖς θεσμοθέταις συναναγράφει. οἱ δὲ θεσμοθέται, ἐὰν παραλάβωσιν, πάλιν εἰσάγουσιν ταύτην τὴν εὔθυναν εἰς τὸ δικαστήριον, καὶ ὅ τι ἂν γνῶσιν οἱ δικασταί, τοῦτο κύριόν ἐστιν.
1 δοκιμάζει δὲ καὶ τοὺς ἵππους ἡ βουλή, κἂν μέν τις καλὸν ἵππον ἔχων κακῶς δοκῇ τρέφειν, ζημιοῖ τῷ σίτῳ· τοῖς δὲ μὴ δυναμένοις ἀκολουθεῖν, ἢ μὴ θέλουσι μένειν ἀλλʼ ἀνάγουσι, τροχὸν ἐπὶ τὴν γνάθον ἐπιβάλλει, καὶ ὁ τοῦτο παθὼν ἀδόκιμός ἐστι. δοκιμάζει δὲ καὶ τοὺς προδρόμους, οἵτινες ἂν αὐτῇ δοκῷσιν ἐπιτήδειοι προδρομεύειν εἶναι, κἄν τινʼ ἀποχειροτονήσῃ, καταβέβηκεν οὗτος. δοκιμάζει δὲ καὶ τοὺς ἁμίππους, κἄν τινʼ ἀποχειροτονήσῃ, πέπαυται μισθοφορῶν οὗτος.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme