Thesauros Literature Philosophy Ἀθηναίων πολιτεία

Ἀθηναίων πολιτεία

Ἀθηναίων πολιτεία Aristotle
5 καὶ πάλιν ὀνειδίζων πρὸς τὰς ὕστερον αὐτῶν μεμψιμοιρίας ἀμφοτέρων· δήμῳ μὲν εἰ χρὴ διαφάδην ὀνειδίσαι, ἃ νῦν ἔχουσιν οὔποτʼ ὀφθαλμοῖσιν ἂν εὕδοντες εἶδον. ὅσοι δὲ μείζους καὶ βίαν ἀμείνονες, αἰνοῖεν ἄν με καὶ φίλον ποιοίατο. εἰ γάρ τις ἄλλος, σολον φρ. 37 φησί, ταύτης τῆς τιμῆς ἔτυχεν, οὐκ ἂν κατέσχε δῆμον οὐδʼ ἐπαύσατο, πρὶν ἀνταράξας πῖαρ ἐξεῖλεν γάλα..ι ἐγὼ δὲ τούτων ὥσπερ ἐν μεταιχμίῳ.ι ὅρος κατέστην. σολον φρ. 37
1 τὴν μὲν οὖν ἀποδημίαν ἐποιήσατο διὰ ταύτας τὰς αἰτίας. Σόλωνος δʼ ἀποδημήσαντος, ἔτι τῆς πόλεως τεταραγμένης ἐπὶ μὲν ἔτη τέτταρα διῆγον ἐν ἡσυχίᾳ· τῷ δὲ πέμπτῳ μετὰ τὴν Σόλωνος ἀρχὴν οὐ κατέστησαν ἄρχοντα διὰ τὴν στάσιν, καὶ πάλιν ἔτει πέμπτῳ διὰ τὴν αὐτὴν αἰτίαν ἀναρχίαν ἐποίησαν.
2 μετὰ δὲ ταῦτα διὰ τῶν αὐτῶν χρόνων Δαμασίας αἱρεθεὶς ἄρχων ἔτη δύο καὶ δύο μῆνας ἦρξεν, ἕως ἐξηλάθη βίᾳ τῆς ἀρχῆς. εἶτʼ ἔδοξεν αὐτοῖς διὰ τὸ στασιάζειν ἄρχοντας ἑλέσθαι δέκα, πέντε μὲν εὐπατριδῶν, τρεῖς δὲ ἀγροίκων, δύο δὲ δημιουργῶν, καὶ οὗτοι τὸν μετὰ Δαμασίαν ἦρξαν ἐνιαυτόν. ᾧ καὶ δῆλον ὅτι μεγίστην εἶχεν δύναμιν ὁ ἄρχων· φαίνονται γὰρ αἰεὶ στασιάζοντες περὶ ταύτης τῆς ἀρχῆς.
3 ὅλως δὲ διετέλουν νοσοῦντες τὰ πρὸς ἑαυτούς, οἱ μὲν ἀρχὴν καὶ πρόφασιν ἔχοντες τὴν τῶν χρεῶν ἀποκοπήν ʽσυνεβεβήκει γὰρ αὐτοῖς γεγονέναι πένησιν̓, οἱ δὲ τῇ πολιτείᾳ δυσχεραίνοντες διὰ τὸ μεγάλην γεγονέναι μεταβολήν, ἔνιοι δὲ διὰ τὴν πρὸς ἀλλήλους φιλονικίαν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme