Book 9
1.17
Γεγόνασι δʼ Ἡράκλειτοι πέντε· πρῶτος αὐτὸς οὗτος· δεύτερος ποιητὴς λυρικός, οὗ ἐστι τῶν δώδεκα θεῶν ἐγκώμιον· τρίτος ἐλεγείας ποιητὴς Ἁλικαρνασσεύς, εἰς ὃν Καλλίμαχος πεποὶηκεν οὕτως· εἶπέ τις, Ἡράκλειτε, τεὸν μόρον, ἐς δʼ ἐμὲ δάκρυ ἤγαγεν, ἐμνήσθην δʼ ὁσσάκις ἀμφότεροι ἥλιον ἐν λέσχῃ κατεδύσαμεν. ἀλλὰ σὺ μέν που, ξεῖνʼ Ἁλικαρνασσεῦ, τετράπαλαι σποδιή, αἱ δὲ τεαὶ ζώουσιν ἀηδόνες, ᾗσιν ὁ πάντων ἁρπάκτης Ἀΐδης οὐκ ἐπὶ χεῖρα βαλεῖ. τέταρτος Λέσβιος, ἱστορίαν γεγραφὼς Μακεδονικήν· πέμπτος σπουδογέλοιος, ἀπὸ κιθαρῳδίας μεταβεβηκὼς εἰς 〈τόδε〉 τὸ εἶδος.
Κεφ. β′. ΧΕΝΟΦΑΝΗΣ
2.18
Ξενοφάνης Δεξίου ἤ, ὡς Ἀπολλόδωρος, Ὀρθομένους Κολοφώνιος ἐπαινεῖται πρὸς τοῦ Τίμωνος· φησὶ γοῦν, Ξεινοφάνην θʼ ὑπάτυφον, Ὁμηραπάτην ἐπικόπτην. οὗτος ἐκπεσὼν τῆς πατρίδος ἐν Ζάγκλῃ τῆς Σικελίας * * * Diels after Σικελίας inserts 〈διέτριβε καὶ τῆς εἰς Ἐλέαν ἀποικίας κοινωνήσας ἐδίδασκεν ἐκεῖ〉. διέτριβε δὲ καὶ ἐν Κατάνῃ. διήκουσε δὲ κατʼ ἐνίους μὲν οὐδενός, κατʼ ἐνίους δὲ Βότωνος Ἀθηναίου ἤ, ὥς τινες, Ἀρχελάου. καί, ὡς Σωτίων φησί, κατʼ Ἀναξίμανδρον ἦν. γέγραφε δὲ καὶ ἐν ἔπεσι καὶ ἐλεγείας καὶ ἰάμβους καθʼ Ἡσιόδου καὶ Ὁμήρου, ἐπικόπτων αὐτῶν τὰ περὶ θεῶν εἰρημένα. ἀλλὰ καὶ αὐτὸς ἐρραψῴδει τὰ ἑαυτοῦ. ἀντιδοξάσαι τε λέγεται Θαλῇ καὶ Πυθαγόρᾳ, καθάψασθαι δὲ καὶ Ἐπιμενίδου. μακροβιώτατός τε γέγονεν, ὥς που καὶ αὐτός φησιν·
2.19
ἤδη δʼ ἑπτά τʼ ἔασι καὶ ἑξήκοντʼ ἐνιαυτοὶ βληστρίζοντες ἐμὴν φροντίδʼ ἀνʼ Ἑλλάδα γῆν· ἐκ γενετῆς δὲ τότʼ ἦσαν ἐείκοσι πέντε τε πρὸς τοῖς, εἴπερ ἐγὼ περὶ τῶνδʼ οἶδα λέγειν ἐτύμως.