Book 9
11.72
Οὐ μὴν ἀλλὰ καὶ Ξενοφάνης καὶ Ζήνων ὁ Ἐλεάτης καὶ Δημόκριτος κατʼ αὐτοὺς σκεπτικοὶ τυγχάνουσιν· ἐν οἷς Ξενοφάνης μέν φησι, καὶ τὸ μὲν οὖν σαφὲς οὔτις ἀνὴρ ἴδεν οὐδέ τις ἔσται εἰδώς. Ζήνων δὲ τὴν κίνησιν ἀναιρεῖ λέγων, τὸ κινούμενον οὔτʼ ἐν ᾧ ἐστι τόπῳ κινεῖται οὔτʼ ἐν ᾧ μὴ ἔστι· Δημόκριτος δὲ τὰς ποιότητας ἐκβάλλων, ἵνα φησί, νόμῳ ψυχρόν, νόμῳ θερμόν, ἐτεῇ δὲ ἄτομα καὶ κενόν· καὶ πάλιν, ἐτεῇ δὲ οὐδὲν ἴδμεν· ἐν βυθῷ γὰρ ἡ ἀλήθεια. καὶ Πλάτωνα τὸ μὲν ἀληθὲς θεοῖς τε καὶ θεῶν παισὶν ἐκχωρεῖν, τὸν δʼ εἰκότα λόγον ζητεῖν. καὶ Εὐριπίδην λέγειν·
11.73
τίς δʼ οἶδεν εἰ τὸ ζῆν μέν ἐστι κατθανεῖν, τὸ κατθανεῖν δὲ ζῆν νομίζεται βροτοῖς; ἀλλὰ καὶ Ἐμπεδοκλέα· οὕτως οὔτʼ ἐπιδερκτὰ τάδʼ ἀνδράσιν οὔτʼ ἐπακουστὰ οὔτε νόῳ περιληπτά· καὶ ἐπάνω, αὐτὸ μόνον πεισθέντες ὅτῳ προσέκυρσεν ἕκαστος· ἔτι μὴν Ἡράκλειτον, μὴ εἰκῆ περὶ τῶν μεγίστων συμβαλλώμεθα· καὶ Ἱπποκράτην [ἔπειτα] ἐνδοιαστῶς καὶ ἀνθρωπίνως ἀποφαίνεσθαι· καὶ πρὶν Ὅμηρον, στρεπτὴ δὲ γλῶσσʼ ἐστὶ βροτῶν, πολέες δʼ ἔνι μῦθοι· καὶ ἐπέων δὲ πολὺς νομὸς ἔνθα καὶ ἔνθα· καὶ ὁπποῖόν κʼ εἴπῃσθα ἔπος, τοῖόν κʼ ἐπακούσαις· τὴν ἰσοσθένειαν λέγων καὶ ἀντίθεσιν τῶν λόγων.