Book 9
1.5
Γέγονε δὲ θαυμάσιος ἐκ παίδων, ὅτε καὶ νέος ὢν ἔφασκε μηδὲν εἰδέναι, τέλειος μέντοι γενόμενος πάντʼ ἐγνωκέναι. ἤκουσέ τʼ οὐδενός, ἀλλʼ αὑτὸν ἔφη διζήσασθαι καὶ μαθεῖν πάντα παρʼ ἑαυτοῦ. Σωτίων δέ φησιν εἰρηκέναι τινὰς Ξενοφάνους αὐτὸν ἀκηκοέναι· λέγειν τε Ἀρίστωνα ἐν τῷ Περὶ Ἡρακλείτου καὶ τὸν ὕδερον αὐτὸν θεραπευθῆναι, ἀποθανεῖν δʼ ἄλλῃ νόσῳ. τοῦτο δὲ καὶ Ἱππόβοτός φησι.
1.5
Τὸ δὲ φερόμενον αὐτοῦ βιβλίον ἐστὶ μὲν ἀπὸ τοῦ συνέχοντος Περὶ φύσεως, διῄρηται δʼ εἰς τρεῖς λόγους, εἴς τε τὸν περὶ τοῦ παντὸς καὶ πολιτικὸν καὶ θεολογικόν.
1.6
ἀνέθηκε δʼ αὐτὸ εἰς τὸ τῆς Ἀρτέμιδος ἱερόν, ὡς μέν τινες, ἐπιτηδεύσας ἀσαφέστερον γράψαι, ὅπως οἱ δυνάμενοι 〈μόνοι〉 προσίοιεν αὐτῷ καὶ μὴ ἐκ τοῦ δημώδους εὐκαταφρόνητον ᾖ. τοῦτον δὲ καὶ ὁ Τίμων ὑπογράφει λέγων, τοῖς δʼ ἔνι κοκκυστής, ὀχλολοίδορος Ἡράκλειτος, αἰνικτὴς ἀνόρουσε.
1.6
Θεόφραστος δέ φησιν ὑπὸ μελαγχολίας τὰ μὲν ἡμιτελῆ, τὰ δʼ ἄλλοτʼ ἄλλως ἔχοντα γράψαι. σημεῖον δʼ αὐτοῦ τῆς μεγαλοφροσύνης Ἀντισθένης φησὶν ἐν Διαδοχαῖς· ἐκχωρῆσαι γὰρ τἀδελφῷ τῆς βασιλείας. τοσαύτην δὲ δόξαν ἔσχε τὸ σύγγραμμα ὡς καὶ αἱρετιστὰς ἀπʼ αὐτοῦ γενέσθαι τοὺς κληθέντας Ἡρακλειτείους.