Book 9
5.29
Τοῦτόν φασι λοιδορούμενον ἀγανακτῆσαι· αἰτιασαμένου δέ τινος, φάναι ἐὰν μὴ λοιδορούμενος προσποιῶμαι, οὐδʼ ἐπαινούμενος αἰσθήσομαι.
5.29
Ὅτι δὲ γεγόνασι Ζήνωνες ὀκτὼ ἐν τῷ Κιτιεῖ διειλέγμεθα. ἤκμαζε δʼ οὗτος κατὰ τὴν ἐνάτην 〈καὶ ἑβδομηκοστὴν〉 Ὀλυμπιάδα.
Κεφ. σ′. ΛΕΥΚΙΠΠΟΣ
6.30
Λεύκιππος Ἐλεάτης, ὡς δέ τινες, Ἀβδηρίτης, κατʼ ἐνίους δὲ Μιλήσιος. Μήλιος codd. οὗτος ἤκουσε Ζήνωνος. ἤρεσκε δʼ αὐτῷ ἄπειρα εἶναι τὰ πάντα καὶ εἰς ἄλληλα μεταβάλλειν, τό τε πᾶν εἶναι κενὸν καὶ πλῆρες [σωμάτων]. τούς τε κόσμους γίνεσθαι σωμάτων εἰς τὸ κενὸν ἐμπιπτόντων καὶ ἀλλήλοις περιπλεκομένων· ἔκ τε τῆς κινήσεως κατὰ τὴν αὔξησιν αὐτῶν γίνεσθαι τὴν τῶν ἀστέρων φύσιν. φέρεσθαι δὲ τὸν ἥλιον ἐν μείζονι κύκλῳ περὶ τὴν σελήνην· τὴν γῆν ὀχεῖσθαι περὶ τὸ μέσον δινουμένην· σχῆμά τʼ αὐτῆς τυμπανῶδες εἶναι. πρῶτός τε ἀτόμους ἀρχὰς ὑπεστήσατο. 〈καὶ〉 κεφαλαιωδῶς μὲν ταῦτα· ἐπὶ μέρους δʼ ὧδε ἔχει.