Thesauros Literature Philosophy Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων

Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων

Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων Diogenes Laertius

Book 6

2.34 Πρὸς τοὺς εἰπόντας, γέρων εἶ καὶ λοιπὸν ἄνες, τί δέ, ἔφη, εἰ δόλιχον ἔτρεχον, πρὸς τῷ τέλει ἔδει με ἀνεῖναι καὶ μὴ μᾶλλον ἐπιτεῖναι; κληθεὶς ἐπὶ δεῖπνον οὐκ ἔφη παρέσεσθαι· μηδὲ γὰρ πρῴην αὐτῷ χάριν ἐγνωκέναι. γυμνοῖς ποσὶ χιόνα ἐπάτει καὶ τἄλλα ὅσα ἄνω προείρηται· καὶ ὠμὰ δὲ κρέα ἐπεχείρησε φαγεῖν, ἀλλʼ οὐ διῴκησε. κατέλαβέ ποτε Δημοσθένην τὸν ῥήτορα ἐν πανδοκείῳ ἀριστῶντα. τοῦ δʼ ὑποχωροῦντος, τοσούτῳ μᾶλλον, ἔφη, ἔσῃ ἐν τῷ πανδοκείῳ. ξένων δέ ποτε θεάσασθαι θελόντων Δημοσθένην, τὸν μέσον δάκτυλον ἐκτείνας, οὗτος ὑμῖν, ἔφη, ἐστὶν ὁ Ἀθηναίων δημαγωγός.
2.35 ἐκβαλόντος δʼ ἄρτον τινὸς καὶ αἰσχυνομένου ἀνελέσθαι, βουλόμενος αὐτὸν νουθετῆσαι, κεράμου τράχηλον δήσας ἔσυρε διὰ τοῦ Κεραμεικοῦ.
2.35 Μιμεῖσθαι ἔλεγε τοὺς χοροδιδασκάλους· καὶ γὰρ ἐκείνους ὑπὲρ τόνον ἐνδιδόναι ἕνεκα τοῦ τοὺς λοιποὺς ἅψασθαι τοῦ προσήκοντος τόνου. τοὺς πλείστους ἔλεγε παρὰ δάκτυλον μαίνεσθαι· ἐὰν οὖν τις τὸν μέσον προτείνας πορεύηται, δόξει τῳ μαίνεσθαι, ἐὰν δὲ τὸν λιχανόν, οὐκέτι. τὰ πολλοῦ ἄξια τοῦ μηδενὸς ἔλεγε πιπράσκεσθαι καὶ ἔμπαλιν· ἀνδριάντα γοῦν τρισχιλίων πιπράσκεσθαι, χοίνικα δʼ ἀλφίτων δύο χαλκῶν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme