Thesauros Literature Philosophy Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων

Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων

Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων Diogenes Laertius

Book 5

6.87 Γραμματικὰ δὲ Περὶ τῆς Ὁμήρου καὶ Ἡσιόδου ἡλικίας α′ β′. Περὶ Ἀρχιλόχου καὶ Ὁμήρου α′ β′.
6.87 Καὶ μουσικὰ δὲ Περὶ τῶν παρʼ Εὐριπίδῃ καὶ Σοφοκλεῖ α′ β′ γ′. Περὶ μουσικῆς α′ β′.
6.88 Λύσεων Ὁμηρικῶν α′ β′. Θεωρηματικὸν α′. Περὶ τῶν τριῶν τραγῳδοποιῶν α′. Χαρακτῆρες α′. Περὶ ποιητικῆς καὶ τῶν ποιητῶν α′. Περὶ στοχασμοῦ α′. Προοπτικὸν α′. Ἡρακλείτου ἐξηγήσεις δ′. Πρὸς τὸν Δημόκριτον ἐξηγήσεις α′. Λύσεων ἐριστικῶν α′ β′. Ἀξίωμα α′. Περὶ εἰδῶν α′. Λύσεις α′. Ὑποθῆκαι α′. Πρὸς Διονύσιον α′.
6.88 Ῥητορικὰ δὲ Περὶ τοῦ ῥητορεύειν ἢ Πρωταγόρας.
6.88 Ἱστορικά· Περὶ τῶν Πυθαγορείων καὶ Περὶ εὑρημάτων.
6.88 Τούτων τὰ μὲν κωμικῶς πέπλακεν, ὡς τὸ Περὶ ἡδονῆς καὶ Περὶ σωφροσύνης· τὰ δὲ τραγικῶς, ὡς τὸ Περὶ τῶν καθʼ ᾅδην καὶ τὸ Περὶ εὐσεβείας καὶ τὸ Περὶ ἐξουσίας.
6.89 Ἔστι δʼ αὐτῷ καὶ μεσότης τις ὁμιλητικὴ φιλοσόφων τε καὶ στρατηγικῶν καὶ πολιτικῶν ἀνδρῶν πρὸς ἀλλήλους διαλεγομένων. ἀλλὰ καὶ γεωμετρικά ἐστιν αὐτοῦ καὶ διαλεκτικά. ἄλλως τʼ ἐν ἅπασι ποικίλος τε καὶ διηρμένος τὴν λέξιν ἐστὶ καὶ ψυχαγωγεῖν ἱκανῶς δυνάμενος.
6.89 Δοκεῖ δὲ καὶ τὴν πατρίδα τυραννουμένην ἐλευθερῶσαι, τὸν μόναρχον κτείνας, ὥς φησι Δημήτριος ὁ Μάγνης ἐν Ὁμωνύμοις. ὃς καὶ τοιόνδε ἱστορεῖ περὶ αὐτοῦ· θρέψαι αὐτὸν δράκοντα ἐκ νέου καὶ αὐξηθέντα, ἐπειδὴ τελευτᾶν ἔμελλε, κελεῦσαί τινι τῶν πιστῶν αὑτοῦ τὸ σῶμα κατακρύψαι, τὸν δὲ δράκοντα ἐπὶ τῆς κλίνης θεῖναι, ἵνα δόξειεν εἰς θεοὺς μεταβεβηκέναι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme