Thesauros Literature Philosophy Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων

Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων

Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων Diogenes Laertius

Book 5

1.26 Σημεῖα χειμώνων α′. Ἀστρονομικὸν α′. Ὀπτικὸν α′. Περὶ κινήσεως α′. Περὶ μουσικῆς α′. Μνημονικὸν α′. Ἀπορημάτων Ὁμηρικῶν α′ β′ γ′ δ′ ε′ σ′. Ποιητικὰ α′. Φυσικῶν κατὰ στοιχεῖον ληʼ. Ἐπιτεθεαμένων προβλημάτων α′ β′. Ἐγκυκλίων α′ β′. Μηχανικὸν α′. Προβλήματα ἐκ τῶν Δημοκρίτου β′. Περὶ τῆς λίθου α′. Παραβολαὶ α′. Ἄτακτα ιβʼ. Ἐξηγημένα κατὰ γένος ιδʼ. Δικαιώματα α′. Ὀλυμπιονῖκαι α′. Πυθιονῖκαι 〈αʼ. Περὶ〉 μουσικῆς α′. Πυθικὸς α′. Πυθιονικῶν ἔλεγχος α′. Νῖκαι Διονυσιακαὶ α′. Περὶ τραγῳδιῶν α′. Διδασκαλίαι α′. Παροιμίαι α′. Νόμοι συσσιτικοὶ νομὸς συστατικὸς codd. corr. Rose. α′. Νόμων α′ β′ γ′ δ′. Κατηγοριῶν α′. Περὶ ἑρμηνείας α′.
1.27 Πολιτεῖαι πόλεων δυοῖν δεούσαιν ρξʼ 〈κοιναὶ〉 καὶ ἴδιαι, δημοκρατικαί, ὀλιγαρχικαί, ἀριστοκρατικαὶ καὶ τυραννικαί. Ἐπιστολαὶ πρὸς Φίλιππον. Σηλυμβρίων ἐπιστολαί. Πρὸς Ἀλέξανδρον ἐπιστολαὶ δ′. Πρὸς Ἀντίπατρον θ′. Πρὸς Μέντορα α′. Πρὸς Ἀρίστωνα α′. Πρὸς Ὀλυμπιάδα α′. Πρὸς Ἡφαιστίωνα α′. Πρὸς Θεμισταγόραν α′. Πρὸς Φιλόξενον α′. Πρὸς Δημόκριτον α′. Ἔπη ὧν ἀρχή, Ἁγνὲ θεῶν πρέσβισθʼ ἑκατηβόλε. Ἐλεγεῖα ὧν ἀρχή, Καλλιτέκνου μητρὸς θύγατερ.
1.27 Γίνονται αἱ πᾶσαι μυριάδες στίχων τέτταρες καὶ τετταράκοντα πρὸς τοῖς πεντακισχιλίοις καὶ διακοσίοις ἑβδομήκοντα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme