Thesauros Literature Philosophy Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων

Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων

Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων Diogenes Laertius

Book 5

1.24 Συλλογιστικὸν καὶ ὅροι α′. Περὶ τοῦ αἱρετοῦ καὶ τοῦ συμβεβηκότος α′. Τὰ πρὸ τῶν τόπων α′. Τοπικῶν πρὸς τοὺς ὅρους α′ β′. Πάθη α′. Διαιρετικὸν α′. Μαθηματικὸν α′. Ὁρισμοὶ ιγʼ. Ἐπιχειρημάτων α′ β′. Περὶ ἡδονῆς α′. Προτάσεις α′. Περὶ ἑκουσίου α′. Περὶ καλοῦ α′. Θέσεις ἐπιχειρηματικαὶ κεʼ. Θέσεις ἐρωτικαὶ δ′. Θέσεις φιλικαὶ β′. Θέσεις περὶ ψυχῆς α′. Πολιτικὰ 〈Θέσεισ〉 πολιτικα〈ὶ〉 Rose: Πολιτικὰ codd. β′. Πολιτικῆς ἀκροάσεως ὡς ἡ Θεοφράστου α′ β′ γ′ δ′ ε′ σ′ ζ′ η′. Περὶ δικαίων α′ β′. Τεχνῶν συναγωγὴ α′ β′. Τέχνης ῥητορικῆς α′ β′. Τέχνη α′. Αλλης τεχνῶν συναγωγῆς α′ β′. Μεθοδικὸν α′. Τέχνης τῆς Θεοδέκτου συναγωγὴ α′. Πραγματεία τέχνης ποιητικῆς α′ β′. Ἐνθυμήματα ῥητορικὰ α′. Περὶ μεγέθους α′. Ἐνθυμημάτων διαιρέσεις α′. Περὶ λέξεως α′ β′. Περὶ συμβουλίας α′.
1.25 Συναγωγῆς α′ β′. Περὶ φύσεως α′ β′ γ′. Φυσικὸν α′. Περὶ τῆς Ἀρχυτείου φιλοσοφίας α′ β′ γ′. Περὶ τῆς Σπευσίππου καὶ Ξενοκράτους α′. Τὰ ἐκ τοῦ Τιμαίου καὶ τῶν Ἀρχυτείων α′. Πρὸς τὰ Μελίσσου α′. Πρὸς τὰ Ἀλκμαίωνος α′. Πρὸς τοὺς Πυθαγορείους α′. Πρὸς τὰ Γοργίου α′. Πρὸς τὰ Ξενοφάνους α′. Πρὸς τὰ Ζήνωνος α′. Περὶ τῶν Πυθαγορείων α′. Περὶ ζῴων α′ β′ γ′ δ′ ε′ σ′ ζ′ η′ θ′. Ἀνατομῶν α′ β′ γ′ δ′ ε′ σ′ ζ′ η′. Ἐκλογὴ ἀνατομῶν α′. Ὑπὲρ τῶν συνθέτων ζῴων α′. Ὑπὲρ τῶν μυθολογουμένων ζῴων α′. Ὑπὲρ τοῦ μὴ γεννᾶν α′. Περὶ φυτῶν α′ β′. Φυσιογνωμονικὸν α′. Ἰατρικὰ β′. Περὶ μονάδος α′.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme