Thesauros Literature Philosophy Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων

Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων

Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων Diogenes Laertius

Book 4

2.9 ὅθεν ἐλθόντας τοὺς πρέσβεις εἰς τὰς Ἀθήνας φάσκειν ὡς μάτην αὐτοῖς Ξενοκράτης συνεληλύθοι· καὶ τοὺς ἑτοίμους εἶναι ζημιοῦν αὐτόν. μαθόντας δὲ παρʼ αὐτοῦ ὡς νῦν καὶ μᾶλλον φροντιστέον εἴη τῆς πόλεως αὐτοῖς 〈τοὺς μὲν γὰρ ᾔδει δωροδοκήσαντας ὁ Φίλιππος, ἐμὲ δὲ μηδενὶ λόγῳ ὑπαξόμενοσ〉 φασὶ διπλασίως αὐτὸν τιμῆσαι. καὶ τὸν Φίλιππον δὲ λέγειν ὕστερον ὡς μόνος εἴη Ξενοκράτης τῶν πρὸς αὐτὸν ἀφιγμένων ἀδωροδόκητος. ἀλλὰ καὶ πρεσβεύων πρὸς Ἀντίπατρον περὶ αἰχμαλώτων Ἀθηναίων κατὰ τὸν Λαμιακὸν πόλεμον, καὶ κληθεὶς ἐπὶ δεῖπνον πρὸς αὐτὸν προηνέγκατο ταυτί· ὦ Κίρκη, τίς γάρ κεν ἀνήρ, ὃς ἐναίσιμος εἴη, πρὶν τλαίη πάσσασθαι ἐδητύος ἠδὲ ποτῆτος, πρὶν λύσασθʼ ἑτάρους καὶ ἐν ὀφθαλμοῖσιν ἰδέσθαι; καὶ τὸν ἀποδεξάμενον τὴν εὐστοχίαν εὐθὺς ἀφεῖναι.
2.10 Στρουθίου δέ ποτε διωκομένου ὑπὸ ἱέρακος καὶ εἰσπηδήσαντος εἰς τοὺς κόλπους αὐτοῦ, καταψήσας μεθῆκεν, εἰπὼν τὸν ἱκέτην δεῖν μὴ ἐκδιδόναι. σκωπτόμενος ὑπὸ Βίωνος οὐκ ἔφη αὐτῷ ἀποκρινεῖσθαι· μηδὲ γὰρ τὴν τραγῳδίαν ὑπὸ τῆς κωμῳδίας σκωπτομένην ἀποκρίσεως ἀξιοῦν. πρὸς δὲ τὸν μήτε μουσικὴν μήτε γεωμετρίαν μήτε ἀστρονομίαν μεμαθηκότα, βουλόμενον δὲ παρʼ αὐτὸν φοιτᾶν, πορεύου, ἔφη· λαβὰς γὰρ οὐκ ἔχεις φιλοσοφίας. οἱ δὲ τοῦτό φασιν εἰπεῖν, παρʼ ἐμοὶ γὰρ πόκος οὐ κνάπτεται.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme