Thesauros Literature Philosophy Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων

Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων

Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων Diogenes Laertius

Book 4

7.52 καὶ τί γὰρ ἄλλο μετεσκεύασεν αὐτὸν πρὸς ἀπάθειαν; ἔπειτα ἐπὶ τὰ Θεοδώρεια μετῆλθε διακούσας Θεοδώρου τοῦ ἀθέου κατὰ πᾶν εἶδος λόγου σοφιστεύοντος· μεθʼ ὃν Θεοφράστου διήκουσε τοῦ περιπατητικοῦ. ἦν δὲ καὶ θεατρικὸς καὶ πολὺς ἐν τῷ γελοίως διαφορῆσαι, φορτικοῖς ὀνόμασι κατὰ τῶν πραγμάτων χρώμενος. διὰ δὴ οὖν τὸ παντὶ εἴδει λόγου κεκρᾶσθαί φασι λέγειν ἐπʼ αὐτοῦ τὸν Ἐρατοσθένην, ὡς πρῶτος Βίων τὴν φιλοσοφίαν ἀνθινὰ ἐνέδυσεν. εὐφυὴς γὰρ ἦν καὶ παρῳδῆσαι· οἷά ἐστιν αὐτοῦ καὶ ταῦτα· ὦ πέπον Ἀρχύτα, ψαλληγενές, ὀλβιότυφε, τῆς ὑπάτης ἔριδος πάντων ἐμπειρότατʼ ἀνδρῶν.
7.53 καὶ ὅλως καὶ μουσικὴν καὶ γεωμετρίαν διέπαιζεν. ἦν δὲ πολυτελής· καὶ διὰ τοῦτο πόλιν ἐκ πόλεως ἤμειβεν, ἐνίοτε καὶ φαντασίαν ἐπιτεχνώμενος. ἐν γοῦν Ῥόδῳ τοὺς ναύτας ἔπεισε σχολαστικὰς ἐσθῆτας ἀναλαβεῖν καὶ ἀκολουθῆσαι αὐτῷ· σὺν οἷς εἰσβάλλων εἰς τὸ γυμνάσιον περίβλεπτος ἦν. εἰώθει τε νεανίσκων τινῶν υἱοθεσίας ποιεῖσθαι εἰς τὸ ἀποχρῆσθαι αὐτοῖς ἔς τε τὰς ἡδονὰς καὶ ὥστε φυλάττεσθαι ὑπʼ εὐνοίας αὐτῶν· ἀλλὰ καὶ φίλαυτος ἦν ἰσχυρῶς καὶ πολὺς ἐγκείμενος τῷ Κοινὰ τὰ φίλων. παρʼ ὃ καὶ οὐδεὶς μαθητὴς αὐτοῦ ἐπιγράφεται, τοσούτων αὐτῷ σχολασάντων· καίτοι τινὰς εἰς ἀναισχυντίαν προῆγεν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme