Thesauros Literature Philosophy Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων

Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων

Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων Diogenes Laertius

Book 3

1.95 Ἡ εὐεργεσία διαιρεῖται εἰς τέτταρα· ἢ γὰρ χρήμασιν ἢ σώμασιν ἢ ταῖς ἐπιστήμαις ἢ τοῖς λόγοις. τοῖς μὲν οὖν χρήμασιν, ὅταν δεομένῳ παραβοηθήσῃ τις εἰς χρημάτων λόγον εὐπορῆσαι· τοῖς δὲ σώμασιν εὖ ποιοῦσιν ἀλλήλους, ὅταν παραγενόμενοι τυπτομένοις παραβοηθῶσιν·
1.96 οἱ δὲ παιδεύοντες καὶ ἰατρεύοντες καὶ διδάσκοντες ἀγαθόν τι, οὗτοι δὲ ταῖς ἐπιστήμαις εὐεργετοῦσιν· ὅταν δʼ εἰσέλθωσιν εἰς δικαστήριον ἄλλος ὑπὲρ ἄλλου βοηθὸς καὶ λόγον τινὰ ἐπιεικῆ ὑπὲρ αὐτοῦ εἴπῃ, οὗτος δὴ λόγῳ εὐεργετεῖ. τῆς ἄρα εὐεργεσίας ἡ μέν ἐστι διὰ χρημάτων, ἡ δὲ διὰ σωμάτων, ἡ δὲ διὰ ἐπιστημῶν, τετάρτη διὰ λόγων.
1.96 Διαιρεῖται τὸ τέλος τῶν πραγμάτων εἰς τέτταρα εἴδη· ἓν μὲν κατὰ νόμον τέλος τὰ πράγματα λαμβάνει, ὅταν ψήφισμα γένηται καὶ τοῦθʼ ὁ νόμος τελέσῃ· κατὰ φύσιν δὲ τέλος τὰ πράγματα λαμβάνει, ἥ τε ἡμέρα καὶ ὁ ἐνιαυτὸς καὶ αἱ ὧραι. κατὰ τέχνην δὲ τέλος τὰ πράγματα λαμβάνει, οἷον ἡ οἰκοδομική· οἰκίαν γάρ τις ἐπιτελεῖ· καὶ ἡ ναυπηγική· πλοῖα γάρ.
1.97 κατὰ τύχην δὲ γίνεται τοῖς πράγμασι τέλος, ὅταν ἄλλως καὶ μὴ ὡς ὑπολαμβάνει τις ἀποβαίνῃ. τοῦ τέλους ἄρα τῶν πραγμάτων τὸ μὲν κατὰ νόμον, τὸ δὲ κατὰ φύσιν, τὸ δὲ κατὰ τέχνην, τὸ δὲ κατὰ τύχην ἐστίν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme