Thesauros Literature Philosophy Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων

Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων

Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων Diogenes Laertius

Book 3

1.71 Κόσμον τε εἶναι ἕνα γεννητόν, ἐπειδὴ καὶ αἰσθητός ἐστιν ὑπὸ θεοῦ κατεσκευασμένος· ἔμψυχόν τε εἶναι διὰ τὸ κρεῖττον εἶναι τοῦ ἀψύχου τὸ ἔμψυχον, τοῦτο δὲ δημιούργημα ὑποκεῖσθαι τοῦ βελτίστου αἰτίου. ἕνα τε αὐτὸν καὶ οὐκ ἄπειρον κατεσκευάσθαι, ὅτι καὶ τὸ ὑπόδειγμα ἓν ἦν ἀφʼ οὗ αὐτὸν ἐδημιούργησε· σφαιροειδῆ δὲ διὰ τὸ καὶ τὸν γεννήσαντα τοιοῦτον ἔχειν σχῆμα.
1.72 ἐκεῖνον μὲν γὰρ περιέχειν τὰ ἄλλα ζῷα, τοῦτον δὲ τὰ σχήματα πάντων. λεῖον δὲ καὶ οὐδὲν ὄργανον ἔχοντα κύκλῳ διὰ τὸ μηδεμίαν εἶναι χρῆσιν αὐτῶν. ἀλλὰ μὴν καὶ ἄφθαρτον διαμένειν τὸν κόσμον διὰ τὸ μὴ διαλύεσθαι εἰς εἰς] ὡς Reiske: fort. ἐᾶν Basilienses. τὸν θεόν. καὶ τῆς μὲν ὅλης γενέσεως αἴτιον εἶναι τὸν θεόν, ὅτι πέφυκεν ἀγαθοποιὸν εἶναι τὸ ἀγαθόν. τοῦ δὲ οὐρανοῦ τῆς γενέσεως τὸ † αἴτιον· τοῦ γὰρ καλλίστου τῶν γεννητῶν τὸ ἄριστον εἶναι τῶν νοητῶν αἴτιον. ὥστε ἐπεὶ τοιοῦτος ὁ θεός, ὅμοιος δὲ τῷ ἀρίστῳ ὁ οὐρανὸς κάλλιστός γε ὤν, οὐθενὶ ἂν ὅμοιος εἴη τῶν γεννητῶν ἀλλʼ ἢ τῷ θεῷ.
1.73 Συνεστάναι δὲ τὸν κόσμον ἐκ πυρός, ὕδατος, ἀέρος, γῆς. ἐκ πυρὸς μέν, ὅπως ὁρατὸς ᾖ· ἐκ γῆς δέ, ὅπως στερεός· ἐξ ὕδατος δὲ καὶ ἀέρος, ὅπως ἀνάλογος — αἱ γὰρ τῶν στερεῶν δυνάμεις δύο μεσότησιν ἀναλογοῦσιν ὡς ἓν γενέσθαι τὸ πᾶν — ἐξ ἁπάντων δέ, ἵνα τέλειος καὶ ἄφθαρτος ᾖ.
1.73 Χρόνον τε γενέσθαι εἰκόνα τοῦ ἀϊδίου. κἀκεῖνον μὲν ἀεὶ μένειν, τὴν δὲ τοῦ οὐρανοῦ φορὰν χρόνον εἶναι· καὶ γὰρ νύκτα καὶ ἡμέραν καὶ μῆνα καὶ τὰ τοιαῦτα πάντα χρόνου μέρη εἶναι. διόπερ ἄνευ τῆς τοῦ κόσμου φύσεως οὐκ εἶναι χρόνον· ἅμα γὰρ ὑπάρχειν αὐτῷ καὶ χρόνον εἶναι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme