Book 3
1.30
εἰς δὲ τὸν Δίωνα ὧδε· δάκρυα μὲν Ἑκάβῃ τε καὶ Ἰλιάδεσσι γυναιξὶ Μοῖραι ἐπέκλωσαν δὴ τότε γεινομέναις, σοὶ δέ, Δίων, ῥέξαντι καλῶν ἐπινίκιον ἔργων δαίμονες εὐροίας ἐλπίδας ἐξέχεαν. κεῖσαι δʼ εὐρυχόρῳ ἐν πατρίδι τίμιος ἀστοῖς, ὦ ἐμὸν ἐκμήνας θυμὸν ἔρωτι Δίων.
1.31
τοῦτο καὶ ἐπιγεγράφθαι φησὶν ἐν Συρακούσαις ἐπὶ τῷ τάφῳ.
1.31
Ἀλλὰ καὶ Ἀλέξιδος, φασίν, ἐρασθεὶς καὶ Φαίδρου, καθὰ προείρηται, τοῦτον ἐποίησε τὸν τρόπον· νῦν, ὅτε μηδὲν Ἄλεξις ὅσον μόνον εἶφʼ ὅτι καλός, ὦπται καὶ πάντῃ πᾶς τις ἐπιστρέφεται, θυμέ, τί μηνύεις κυσὶν ὀστέον; εἶτʼ ἀνιήσῃ ἀνιήσῃ] ἀνιήσεις codd. ὕστερον; οὐχ οὕτω Φαῖδρον ἀπωλέσαμεν; ἔχειν τε Ἀρχεάνασσαν, εἰς ἣν καὶ αὐτὴν οὕτω ποιῆσαι· Ἀρχεάνασσαν ἔχω τὴν ἐκ Κολοφῶνος ἑταίραν, ἧς καὶ ἐπὶ ῥυτίδων ἕζετο δριμὺς ἔρως. ἆ δειλοὶ νεότητος ἀπαντήσαντες ἐκείνης πρωτοπλόου, διʼ ὅσης ἤλθετε πυρκαϊῆς.
1.32
ἀλλὰ καὶ εἰς Ἀγάθωνα· τὴν ψυχὴν Ἀγάθωνα φιλῶν ἐπὶ χείλεσιν εἶχον· ἦλθε γὰρ ἡ τλήμων ὡς διαβησομένη. καὶ ἄλλο· τῷ μήλῳ βάλλω σε· σὺ δʼ εἰ μὲν ἑκοῦσα φιλεῖς με, δεξαμένη τῆς σῆς παρθενίης μετάδος, εἰ δʼ ἄρʼ ὃ μὴ γίγνοιτο νοεῖς, τοῦτʼ αὐτὸ λαβοῦσα σκέψαι τὴν ὥρην ὡς ὀλιγοχρόνιος. 〈καὶ ἄλλο〉· μῆλον ἐγώ. βάλλει με φιλῶν σέ τις· ἀλλʼ ἐπίνευσον Ξανθίππη· κἀγὼ καὶ σὺ μαραινόμεθα.