Book 2
11.113
Στίλπων Μεγαρεὺς τῆς Ἑλλάδος διήκουσε μὲν τῶν ἀπʼ Εὐκλείδου τινῶν· οἱ δὲ καὶ αὐτοῦ Εὐκλείδου ἀκοῦσαί φασιν αὐτόν, ἀλλὰ καὶ Θρασυμάχου τοῦ Κορινθίου, ὃς ἦν Ἰχθύα γνώριμος, καθά φησιν Ἡρακλείδης. τοσοῦτον δʼ εὑρεσιλογίᾳ καὶ σοφιστείᾳ προῆγε τοὺς ἄλλους, ὥστε μικροῦ δεῆσαι πᾶσαν τὴν Ἑλλάδα ἀφορῶσαν εἰς αὐτὸν μεγαρίσαι. περὶ τούτου φησὶ Φίλιππος ὁ Μεγαρικὸς κατὰ λέξιν οὕτω· παρὰ μὲν γὰρ Θεοφράστου Μητρόδωρον τὸν θεωρητικὸν καὶ Τιμαγόραν τὸν Γελῶον ἀπέσπασε, παρʼ Ἀριστοτέλους δὲ τοῦ Κυρηναϊκοῦ Κλείταρχον καὶ Σιμμίαν· ἀπὸ δὲ τῶν διαλεκτικῶν Παιώνειον μὲν ἀπʼ Ἀριστείδου, Δίφιλον δὲ τὸν Βοσποριανὸν Εὐφάντου καὶ Μύρμηκα τὸν Ἐξαινέτου παραγενομένους ὡς ἐλέγξοντας ἀμφοτέρους ζηλωτὰς ἔσχε.
11.114
χωρὶς τοίνυν τούτων Φρασίδημον μὲν τὸν περιπατητικὸν καὶ φυσικῶν ἔμπειρον ὄντα προσηγάγετο, καὶ τὸν ῥητορικὸν Ἄλκιμον, ἁπάντων πρωτεύοντα τῶν ἐν τῇ Ἑλλάδι ῥητόρων, Κράτητά τε καὶ ἄλλους πλείστους ὅσους ἐθήρασε· καὶ δὴ καὶ Ζήνωνα τὸν Φοίνικα μετὰ τούτων ἀφείλετο.
11.114
Ἦν δὲ καὶ πολιτικώτατος.
11.114
Καὶ γυναῖκα ἠγάγετο· καὶ ἑταίρᾳ συνῆν Νικαρέτῃ, ὥς φησί που καὶ Ὀνήτωρ. καὶ θυγατέρα ἀκόλαστον ἐγέννησεν, ἣν ἔγημε γνώριμός τις αὐτοῦ Σιμμίας Συρακόσιος. ταύτης οὐ κατὰ τρόπον βιούσης εἶπέ τις πρὸς τὸν Ζτίλπωνα, ὡς καταισχύνοι αὐτόν· ὁ δέ, οὐ μᾶλλον, εἶπεν, ἢ ἐγὼ ταύτην κοσμῶ.