Book 2
8.103
Θεόδωροι δὲ γεγόνασιν εἴκοσι· πρῶτος Σάμιος, υἱὸς Ῥοίκου. οὗτός ἐστιν ὁ συμβουλεύσας ἄνθρακας ὑποτιθέναι τοῖς θεμελίοις τοῦ ἐν Ἐφέσῳ νεώ· καθύγρου γὰρ ὄντος τοῦ τόπου τοὺς ἄνθρακας ἔφη τὸ ξυλῶδες ἀποβαλόντας αὐτὸ τὸ στερεὸν ἀπαθὲς ἕξεινἕξειν] copp. Richards: ἔχειν vulg. ὕδατι. δεύτερος Κυρηναῖος, γεωμέτρης οὗ διήκουσε Πλάτων· τρίτος ὁ προγεγραμμένος φιλόσοφος· τέταρτος οὗ τὸ φωνασκικὸν φέρεται βιβλίον πάγκαλον·
8.104
πέμπτος ὁ περὶ τῶν νομοποιῶν πεπραγματευμένος, ἀρξάμενος ἀπὸ Τερπάνδρου· ἕκτος στωικός· ἕβδομος ὁ τὰ περὶ Ῥωμαίων πεπραγματευμένος· ὄγδοος Συρακόσιος, περὶ τακτικῶν γεγραφώς· ἔνατος Βυζάντιος, ἀπὸ λόγων πολιτικῶν· δέκατος ὁμοίως, οὗ Ἀριστοτέλης μνημονεύει διὰ τῆς ἐπιτομῆς τῶν ῥητόρων· ἑνδέκατος Θηβαῖος, ἀνδριαντοποιός· δωδέκατος ζωγράφος, οὗ μέμνηται Πολέμων· τρισκαιδέκατος ζωγράφος, Ἀθηναῖος, ὑπὲρ οὗ γράφει Μηνόδοτος· τεσσαρεσκαιδέκατος Ἐφέσιος, ζωγράφος, οὗ μέμνηται Θεοφάνης ἐν τῷ περὶ γραφικῆς· πεντεκαιδέκατος ποιητὴς ἐπιγραμμάτων· ἑκκαιδέκατος γεγραφὼς περὶ ποιητῶν· ἑπτακαιδέκατος ἰατρός, Ἀθηναίου μαθητής· ὀκτωκαιδέκατος Χῖος, φιλόσοφος στωικός· ἐννεακαιδέκατος Μιλήσιος, καὶ αὐτὸς στωικὸς φιλόσοφος· εἰκοστὸς ποιητὴς τραγῳδίας.
Κεφ. θ′. ΦΑΙΔΩΝ