979–980
Κλεινίας
ΚΛ. ὦ ξένε, ὡς εἰκότως εἶπες ὅτι περὶ μεγάλων μεγάλα ἐπιχειρεῖς φράζειν.
Ἀθηναῖος
ΑΘ. οὐ γὰρ σμικρά, ὦ Κλεινία· τὸ δὲ χαλεπώτερον, ὅτι παντάπασι καὶ πάντως ἀληθῆ.
Κλεινίας
ΚΛ. σφόδρα γε, ὦ ξένε· ἀλλʼ ὅμως μὴ ἀποκάμῃς λέγων ὃ φῄς.
Ἀθηναῖος
ΑΘ. ναί, μηδὲ σφὼ τοίνυν ἀκούοντε.
5
Κλεινίας
ΚΛ. ταῦτʼ ἔσται· καὶ ὑπὲρ ἀμφοῖν ἐγώ σοι φράζω.
Ἀθηναῖος
ΑΘ. καλῶς. ἐξ ἀρχῆς δὴ ῥητέον ἀνάγκῃ πρῶτον, ὡς φαίνεται, μάλιστα μὲν ἄν, εἰ δυνάμεθα ἑνὶ λαβεῖν ὀνόματι, τίς ἐστιν ἣν οἰόμεθα σοφίαν εἶναι, τοῦτο δʼ εἰ σφόδρα ἀδυνατοῦμεν, τὸ δεύτερον, τίνες εἰσίν ποτε καὶ ὁπόσαι τινές, ἅς τις λαβὼν σοφὸς ἂν εἴη κατὰ τὸν ἡμέτερον μῦθον.
Ἀθηναῖος
ΑΘ. τὸ δὴ μετὰ τοῦτο ἀνεμέσητον τῷ νομοθέτῃ τὸ κάλλιον τῶν πρότερον εἰρημένων περὶ θεῶν καὶ ἄμεινον ἀπεικάζοντι λέγειν, οἷον παιδιᾷ καλῇ χρωμένῳ καὶ τιμῶντι θεούς, ὕμνοις τε καὶ εὐδαιμονίᾳ γεραίροντι διάγειν τὸν αὑτοῦ βίον.
Κλεινίας
ΚΛ. ἦ καλῶς, ὦ ξένε, λέγεις. εἰ γάρ σοι τοῦτο τέλος εἴη τῶν νόμων, θεοὺς προσπαίσαντι καθαρώτερον δὲ διαγαγόντι τὸν βίον τῆς ἅμα τελευτῆς ἀρίστης τε καὶ καλλίστης τυχεῖν.
Ἀθηναῖος
ΑΘ. πῶς οὖν, ὦ Κλεινία, λέγομεν; ἦ δοκεῖ τοὺς θεοὺς ὑμνοῦντες σφόδρα τιμῶμεν, εὐχόμενοι τὰ κάλλιστα καὶ ἄριστα περὶ αὐτῶν ἐπιέναι λέγειν ἡμῖν; οὕτως ἢ πῶς λέγεις;
5
Κλεινίας
ΚΛ. θαυμαστῶς μὲν οὖν οὕτως. ἀλλʼ, ὦ δαιμόνιε, πιστεύσας τοῖς θεοῖς εὔχου τε καὶ λέγε τὸν ἐπιόντα σοι λόγον τῶν καλῶν περὶ τοὺς θεούς τε καὶ τὰς θεάς.
Ἀθηναῖος
ΑΘ. ἔσται ταῦτα, ἂν αὐτὸς ὁ θεὸς ἡμῖν ὑφηγῆται. συνεύχου μόνον.
Κλεινίας
ΚΛ. λέγοις ἂν τὸ μετὰ τοῦτο.