890
Ἀθηναῖος
ΑΘ. ἀληθῆ μέντοι λέγεις, ὦ Κλεινία. τί οὖν οἴει χρῆναι δρᾶν τὸν νομοθέτην, οὕτω τούτων πάλαι παρεσκευασμένων; ἢ μόνον ἀπειλεῖν στάντα ἐν τῇ πόλει σύμπασι τοῖς ἀνθρώποις, ὡς εἰ μὴ φήσουσιν εἶναι θεοὺς καὶ διανοηθήσονται δοξάζοντες τοιούτους οἵους φησὶν ὁ νόμος—καὶ περὶ καλῶν καὶ δικαίων καὶ περὶ ἁπάντων τῶν μεγίστων ὁ αὐτὸς λόγος, ὅσα δὲ πρὸς ἀρετὴν τείνει καὶ κακίαν, ὡς δεῖ ταῦτα οὕτω πράττειν διανοουμένους ὅπῃπερ ἂν ὁ νομοθέτης ὑφηγήσηται γράφων—ὃς δʼ ἂν μὴ παρέχηται ἑαυτὸν τοῖς νόμοις εὐπειθῆ, τὸν μὲν δεῖν τεθνάναι, τὸν δέ τινα πληγαῖς καὶ δεσμοῖς, τὸν δὲ ἀτιμίαις, ἄλλους δὲ πενίαις κολάζεσθαι καὶ φυγαῖς· πειθὼ δὲ τοῖς ἀνθρώποις, ἅμα τιθέντα αὐτοῖς τοὺς νόμους, μηδεμίαν ἔχειν τοῖς λόγοις προσάπτοντα εἰς δύναμιν ἡμεροῦν;
Κλεινίας
ΚΛ. μηδαμῶς, ὦ ξένε, ἀλλʼ εἴπερ τυγχάνει γε οὖσα καὶ σμικρὰ πειθώ τις περὶ τὰ τοιαῦτα, δεῖ μηδαμῇ κάμνειν τόν γε ἄξιον καὶ σμικροῦ νομοθέτην, ἀλλὰ πᾶσαν, τὸ λεγόμενον, φωνὴν ἱέντα, τῷ παλαιῷ νόμῳ ἐπίκουρον γίγνεσθαι λόγῳ ὡς εἰσὶν θεοὶ καὶ ὅσα νυνδὴ διῆλθες σύ, καὶ δὴ καὶ νόμῳ αὐτῷ βοηθῆσαι καὶ τέχνῃ, ὡς ἐστὸν φύσει ἢ φύσεως οὐχ ἧττον, εἴπερ νοῦ γέ ἐστιν γεννήματα κατὰ λόγον ὀρθόν, ὃν σύ τε λέγειν μοι φαίνῃ καὶ ἐγώ σοι πιστεύω τὰ νῦν.
Ἀθηναῖος
ΑΘ. ὦ προθυμότατε Κλεινία, τί δʼ; οὐ χαλεπά τέ ἐστι συνακολουθεῖν λόγοις οὕτως εἰς πλήθη λεγόμενα, μήκη τε αὖ κέκτηται διωλύγια;
5