Ἀθηναῖος
ΑΘ. νῦν δή σοι τό τε δίκαιον καὶ τὸ ἄδικον, ὅ γε ἐγὼ λέγω, σαφῶς ἂν διορισαίμην οὐδὲν ποικίλλων. τὴν γὰρ τοῦ θυμοῦ καὶ φόβου καὶ ἡδονῆς καὶ λύπης καὶ φθόνων καὶ ἐπιθυμιῶν ἐν ψυχῇ τυραννίδα, ἐάντε τι βλάπτῃ καὶ ἐὰν μή, πάντως ἀδικίαν προσαγορεύω· τὴν δὲ τοῦ ἀρίστου δόξαν, ὅπῃπερ ἂν ἔσεσθαι τούτων ἡγήσωνται πόλις εἴτε ἰδιῶταί τινες, ἐὰν αὕτη κρατοῦσα ἐν ψυχαῖς διακοσμῇ πάντα ἄνδρα, κἂν σφάλληταί τι, δίκαιον μὲν πᾶν εἶναι φατέον τὸ ταύτῃ πραχθὲν καὶ τὸ τῆς τοιαύτης ἀρχῆς γιγνόμενον ὑπήκοον ἑκάστων, καὶ ἐπὶ τὸν ἅπαντα ἀνθρώπων βίον ἄριστον, δοξάζεσθαι δὲ ὑπὸ πολλῶν ἀκούσιον ἀδικίαν εἶναι τὴν τοιαύτην βλάβην. ἡμῖν δὲ οὐκ ἔστιν τὰ νῦν ὀνομάτων πέρι δύσερις λόγος, ἀλλʼ ἐπειδὴ τῶν ἁμαρτανομένων τρία εἴδη δεδήλωται γιγνόμενα, ταῦτα εἰς μνήμην πρῶτον ἔτι μᾶλλον ἀναληπτέον. λύπης μὲν οὖν, ἣν θυμὸν καὶ φόβον ἐπονομάζομεν, ἓν εἶδος ἡμῖν ἐστιν.
Ἀθηναῖος
ΑΘ. ἡδονῆς δʼ αὖ καὶ ἐπιθυμιῶν δεύτερον, ἐλπίδων δὲ καὶ δόξης τῆς ἀληθοῦς περὶ τὸ ἄριστον ἔφεσις τρίτον ἕτερον. τούτου δὲ αὐτοῦ τρία διχῇ τμηθέντος πέντε εἴδη γέγονεν, ὡς νῦν φαμεν· οἷς νόμους διαφέροντας ἀλλήλων πέντε εἴδεσιν θετέον ἐν δυοῖν γένεσιν.
Ἀθηναῖος
ΑΘ. τὸ μὲν διὰ βιαίων καὶ συμφανῶν πράξεων πραττόμενον ἑκάστοτε, τὸ δὲ μετὰ σκότους καὶ ἀπάτης λαθραίως γιγνόμενον, ἔστιν δʼ ὅτε καὶ διʼ ἀμφοῖν τούτοιν πραχθέν· ᾧ δὴ καὶ νόμοι τραχύτατοι γίγνοιντο ἄν, εἰ τὸ προσῆκον μέρος ἔχοιεν.
5