832
Ἀθηναῖος
ΑΘ. αὕτη μὲν τοίνυν, ἣν λέγω, μία κείσθω διακωλύουσα αἰτία τοῦ μήτε ἄλλο καλὸν μήτε τὰ πρὸς τὸν πόλεμον ἱκανῶς ἐῶσα ἀσκεῖν τὰς πόλεις, ἀλλʼ ἐμπόρους τε καὶ ναυκλήρους καὶ διακόνους πάντως τοὺς φύσει κοσμίους τῶν ἀνθρώπων ἀπεργαζομένη, τοὺς δὲ ἀνδρείους λῃστὰς καὶ τοιχωρύχους καὶ ἱεροσύλους καὶ πολεμικοὺς καὶ τυραννικοὺς ποιοῦσα, καὶ μάλʼ ἐνίοτε οὐκ ἀφυεῖς ὄντας, δυστυχοῦντάς γε μήν.
Ἀθηναῖος
ΑΘ. πῶς μὲν οὖν αὐτοὺς οὐ λέγοιμʼ ἂν τὸ παράπαν δυστυχεῖς, οἷς γε ἀνάγκη διὰ βίου πεινῶσιν τὴν ψυχὴν ἀεὶ τὴν αὑτῶν διεξελθεῖν;
Κλεινίας
ΚΛ. αὕτη μὲν τοίνυν μία· τὴν δὲ δὴ δευτέραν αἰτίαν τίνα λέγεις, ὦ ξένε;
Ἀθηναῖος
ΑΘ. καλῶς ὑπέμνησας.
5
Κλεινίας
ΚΛ. αὕτη μὲν δή, φῂς σύ, μία, ἡ διὰ βίου ἄπληστος ζήτησις, παρέχουσα ἄσχολον ἕκαστον, ἐμπόδιος γίγνεται τοῦ μὴ καλῶς ἀσκεῖν τὰ περὶ τὸν πόλεμον ἑκάστους. ἔστω· τὴν δὲ δὴ δευτέραν λέγε.
Ἀθηναῖος
ΑΘ. μῶν οὐ λέγειν ἀλλὰ διατρίβειν δοκῶ διʼ ἀπορίαν;
Κλεινίας
ΚΛ. οὔκ, ἀλλὰ οἷον μισῶν δοκεῖς ἡμῖν κολάζειν τὸ τοιοῦτον ἦθος μᾶλλον τοῦ δέοντος τῷ παραπεπτωκότι λόγῳ.
Ἀθηναῖος
ΑΘ. κάλλιστα, ὦ ξένοι, ἐπεπλήξατε· καὶ τὸ μετὰ τοῦτο ἀκούοιτʼ ἄν, ὡς ἔοικε.
Κλεινίας
ΚΛ. λέγε μόνον.
10