Ἀθηναῖος
ΑΘ. ἀλλʼ ἔστι μὲν οὐ ῥᾴδιον ὃ λέγω μαθεῖν, οὐδʼ αὖ παντάπασι χαλεπόν, οὐδέ γέ τινος χρόνου παμπόλλου. τεκμήριον δέ· ἐγὼ τούτων οὔτε νέος οὔτε πάλαι ἀκηκοὼς σφῷν ἂν νῦν οὐκ ἐν πολλῷ χρόνῳ δηλῶσαι δυναίμην. καίτοι χαλεπά γε ὄντα οὐκ ἄν ποτε οἷός τʼ ἦν δηλοῦν τηλικούτοις οὖσι τηλικοῦτος.
Κλεινίας
ΚΛ. ἀληθῆ λέγεις. ἀλλὰ τί καὶ φῂς τοῦτο τὸ μάθημα ὃ θαυμαστὸν μὲν λέγεις, προσῆκον δʼ αὖ μαθεῖν τοῖς νέοις, οὐ γιγνώσκειν δὲ ἡμᾶς; πειρῶ περὶ αὐτοῦ τό γε τοσοῦτον φράζειν ὡς σαφέστατα.
Ἀθηναῖος
ΑΘ. πειρατέον. οὐ γάρ ἐστι τοῦτο, ὦ ἄριστοι, τὸ δόγμα ὀρθὸν περὶ σελήνης τε καὶ ἡλίου καὶ τῶν ἄλλων ἄστρων, ὡς ἄρα πλανᾶταί ποτε, πᾶν δὲ τοὐναντίον ἔχει τούτου—τὴν αὐτὴν γὰρ αὐτῶν ὁδὸν ἕκαστον καὶ οὐ πολλὰς ἀλλὰ μίαν ἀεὶ κύκλῳ διεξέρχεται, φαίνεται δὲ πολλὰς φερόμενον—τὸ δὲ τάχιστον αὐτῶν ὂν βραδύτατον οὐκ ὀρθῶς αὖ δοξάζεται, τὸ δʼ ἐναντίον ἐναντίως. ταῦτʼ οὖν εἰ πέφυκεν μὲν οὕτως, ἡμεῖς δὲ μὴ ταύτῃ δόξομεν, εἰ μὲν ἐν Ὀλυμπίᾳ θεόντων ἵππων οὕτως ἢ δολιχοδρόμων ἀνδρῶν διενοούμεθα πέρι, καὶ προσηγορεύομεν τὸν τάχιστον μὲν ὡς βραδύτατον, τὸν δὲ βραδύτατον ὡς τάχιστον, ἐγκώμιά τε ποιοῦντες ᾔδομεν τὸν ἡττώμενον νενικηκότα, οὔτε ὀρθῶς ἂν οὔτʼ οἶμαι προσφιλῶς τοῖς δρομεῦσιν ἡμᾶς ἂν τὰ ἐγκώμια προσάπτειν ἀνθρώποις οὖσιν· νῦν δὲ δὴ περὶ θεοὺς τὰ αὐτὰ ταῦτα ἐξαμαρτανόντων ἡμῶν, ἆρʼ οὐκ οἰόμεθα ὃ γελοῖόν τε καὶ οὐκ ὀρθὸν ἐκεῖ γιγνόμενον ἦν ἂν τότε, νῦν ἐνταυθοῖ καὶ ἐν τούτοισι γίγνεσθαι γελοῖον μὲν οὐδαμῶς, οὐ μὴν οὐδὲ θεοφιλές γε, ψευδῆ φήμην ἡμῶν κατὰ θεῶν ὑμνούντων.