Ἀθηναῖος
ΑΘ. ῥᾳδίως, ὦ φίλε. ὁ νόμος γὰρ αὐτῷ δέδωκεν καὶ δώσει προσλαμβάνειν εἰς ταύτην τὴν ἐπιμέλειαν τῶν πολιτῶν ἀνδρῶν καὶ γυναικῶν οὓς ἂν ἐθέλῃ, γνώσεται δὲ οὓς δεῖ, καὶ βουλήσεται μὴ πλημμελεῖν εἰς ταῦτα, αἰδούμενος ἐμφρόνως καὶ γιγνώσκων τῆς ἀρχῆς τὸ μέγεθος, λογισμῷ τε συνὼν ὡς εὖ μὲν τραφέντων καὶ τρεφομένων τῶν νέων πάντα ἡμῖν κατʼ ὀρθὸν πλεῖ, μὴ δέ—οὔτʼ εἰπεῖν ἄξιον οὔθʼ ἡμεῖς λέγομεν ἐπὶ καινῇ πόλει τοὺς σφόδρα φιλομαντευτὰς σεβόμενοι. πολλὰ μὲν οὖν ἡμῖν καὶ περὶ τούτων εἴρηται, τῶν περὶ τὰς ὀρχήσεις καὶ περὶ πᾶσαν τὴν τῶν γυμνασίων κίνησιν· γυμνάσια γὰρ τίθεμεν καὶ τὰ περὶ τὸν πόλεμον ἅπαντα τοῖς σώμασι διαπονήματα τοξικῆς τε καὶ πάσης ῥίψεως καὶ πελταστικῆς καὶ πάσης ὁπλομαχίας καὶ διεξόδων τακτικῶν καὶ ἁπάσης πορείας στρατοπέδων καὶ στρατοπεδεύσεων καὶ ὅσα εἰς ἱππικὴν μαθήματα συντείνει.