810–811
Κλεινίας
ΚΛ. τί δέ; σμικρὰ καὶ ὀλίγα δοκεῖ σοι τὰ ἔμπροσθεν ἡμῖν εἰρημένα περὶ νόμων κεῖσθαι τοῖς πολλοῖς ὑπεναντία;
Ἀθηναῖος
ΑΘ. καὶ μάλα ἀληθὲς τοῦτό γε λέγεις· κελεύεις γὰρ δή με, ὡς ἐμοὶ φαίνεται, τῆς αὐτῆς ὁδοῦ ἐχθοδοποῦ γεγονυίας πολλοῖς—ἴσως δʼ οὐκ ἐλάττοσιν ἑτέροις προσφιλοῦς· εἰ δὲ ἐλάττοσιν, οὔκουν χείροσί γε—μεθʼ ὧν διακελεύῃ με παρακινδυνεύοντά τε καὶ θαρροῦντα τὴν νῦν ἐκ τῶν παρόντων λόγων τετμημένην ὁδὸν τῆς νομοθεσίας πορεύεσθαι μηδὲν ἀνιέντα.
Ἀθηναῖος
ΑΘ. οὐ τοίνυν ἀνίημι. λέγω μὴν ὅτι ποιηταί τε ἡμῖν εἰσίν τινες ἐπῶν ἑξαμέτρων πάμπολλοι καὶ τριμέτρων καὶ πάντων δὴ τῶν λεγομένων μέτρων, οἱ μὲν ἐπὶ σπουδήν, οἱ δʼ ἐπὶ γέλωτα ὡρμηκότες, ἐν οἷς φασι δεῖν οἱ πολλάκις μυρίοι τοὺς ὀρθῶς παιδευομένους τῶν νέων τρέφειν καὶ διακορεῖς ποιεῖν, πολυηκόους τʼ ἐν ταῖς ἀναγνώσεσιν ποιοῦντας καὶ πολυμαθεῖς, ὅλους ποιητὰς ἐκμανθάνοντας· οἱ δὲ ἐκ πάντων κεφάλαια ἐκλέξαντες καί τινας ὅλας ῥήσεις εἰς ταὐτὸν συναγαγόντες, ἐκμανθάνειν φασὶ δεῖν εἰς μνήμην τιθεμένους, εἰ μέλλει τις ἀγαθὸς ἡμῖν καὶ σοφὸς ἐκ πολυπειρίας καὶ πολυμαθίας γενέσθαι. τούτοις δὴ σὺ κελεύεις ἐμὲ τὰ νῦν παρρησιαζόμενον ἀποφαίνεσθαι τί τε καλῶς λέγουσι καὶ τί μή;
Ἀθηναῖος
ΑΘ. τί δή ποτʼ ἂν οὖν περὶ ἁπάντων τούτων ἑνὶ λόγῳ φράζων εἴποιμʼ ἂν ἱκανόν; οἶμαι μὲν τὸ τοιόνδε σχεδόν, ὃ καὶ πᾶς ἄν μοι συγχωρήσειεν, πολλὰ μὲν ἕκαστον τούτων εἰρηκέναι καλῶς, πολλὰ δὲ καὶ τοὐναντίον· εἰ δʼ οὕτω τοῦτʼ ἔχει, κίνδυνόν φημι εἶναι φέρουσαν τοῖς παισὶν τὴν πολυμαθίαν.
Κλεινίας
ΚΛ. πῶς οὖν καὶ τί παραινοίης ἂν τῷ νομοφύλακι;
Ἀθηναῖος
ΑΘ. τοῦ πέρι λέγεις;
5