314
Σωκράτης
ΣΩ. οὐκοῦν κάλλιστον ἡ δικαιοσύνη τε καὶ ὁ νόμος;
Σωκράτης
ΣΩ. αἴσχιστον δὲ ἡ ἀδικία τε καὶ ἡ ἀνομία;
Σωκράτης
ΣΩ. καὶ τὸ μὲν σῴζει τὰς πόλεις καὶ τἆλλα πάντα, τὸ δὲ ἀπόλλυσι καὶ ἀνατρέπει;
25
Σωκράτης
ΣΩ. ὡς περὶ καλοῦ ἄρα τινὸς ὄντος δεῖ τοῦ νόμου διανοεῖσθαι, καὶ ὡς ἀγαθὸν αὐτὸ ζητεῖν.
Σωκράτης
ΣΩ. οὐκοῦν δόγμα ἔφαμεν εἶναι πόλεως τὸν νόμον;
Ἑταῖρος
ΕΤ. ἔφαμεν γάρ.
30
Σωκράτης
ΣΩ. τί οὖν; οὐκ ἔστιν τὰ μὲν χρηστὰ δόγματα, τὰ δὲ πονηρά;
Ἑταῖρος
ΕΤ. ἔστιν μὲν οὖν.
Σωκράτης
ΣΩ. καὶ μὴν νόμος γε οὐκ ἦν πονηρός.
Σωκράτης
ΣΩ. οὐκ ἄρα ὀρθῶς ἔχει ἀποκρίνεσθαι οὕτως ἁπλῶς ὅτι νόμος ἐστὶ δόγμα πόλεως.
35
Ἑταῖρος
ΕΤ. οὐκ ἔμοιγε δοκεῖ.
Σωκράτης
ΣΩ. οὐκ ἄρα ἁρμόττοι ἂν τὸ πονηρὸν δόγμα νόμος εἶναι.
Σωκράτης
ΣΩ. ἀλλὰ μὴν δόξα γέ τις καὶ αὐτῷ μοι καταφαίνεται ὁ νόμος εἶναι· ἐπειδὴ δὲ οὐχ ἡ πονηρὰ δόξα, ἆρα οὐκ ἤδη τοῦτο κατάδηλον, ὡς ἡ χρηστή, εἴπερ δόξα νόμος ἐστί;