Thesauros Literature Philosophy Μίνως

Μίνως

Μίνως Plato

318

Σωκράτης
ΣΩ. ἆρʼ οὖν ὁ Μαρσύας λέγεται καὶ τὰ παιδικὰ αὐτοῦ Ὄλυμπος ὁ Φρύξ;
Ἑταῖρος
ΕΤ. ἀληθῆ λέγεις. 15
Σωκράτης
ΣΩ. τούτων δὴ καὶ τὰ αὐλήματα θειότατά ἐστι, καὶ μόνα κινεῖ καὶ ἐκφαίνει τοὺς τῶν θεῶν ἐν χρείᾳ ὄντας· καὶ ἔτι καὶ νῦν μόνα λοιπά, ὡς θεῖα ὄντα.
Ἑταῖρος
ΕΤ. ἔστι ταῦτα.
Σωκράτης
ΣΩ. τίς δὲ λέγεται τῶν παλαιῶν βασιλέων ἀγαθὸς νομοθέτης γεγονέναι, οὗ ἔτι καὶ νῦν τὰ νόμιμα μένει ὡς θεῖα ὄντα;
Ἑταῖρος
ΕΤ. οὐκ ἐννοῶ.
Σωκράτης
ΣΩ. οὐκ οἶσθα τίνες παλαιοτάτοις νόμοις χρῶνται τῶν Ἑλλήνων; 20
Ἑταῖρος
ΕΤ. ἆρα Λακεδαιμονίους λέγεις καὶ Λυκοῦργον τὸν νομοθέτην;
Σωκράτης
ΣΩ. ἀλλὰ ταῦτά γε οὐδέπω ἴσως ἔτη τριακόσια ἢ ὀλίγῳ τούτων πλείω. ἀλλὰ τούτων τῶν νομίμων τὰ βέλτιστα πόθεν ἥκει; οἶσθα;
Ἑταῖρος
ΕΤ. φασί γε ἐκ Κρήτης.
Σωκράτης
ΣΩ. οὐκοῦν οὗτοι παλαιοτάτοις νόμοις χρῶνται τῶν Ἑλλήνων;
Ἑταῖρος
ΕΤ. ναί. 25
Σωκράτης
ΣΩ. οἶσθα οὖν τίνες τούτων ἀγαθοὶ βασιλῆς ἦσαν; Μίνως καὶ Ῥαδάμανθυς, οἱ Διὸς καὶ Εὐρώπης παῖδες, ὧν οἵδε εἰσὶν οἱ νόμοι.
Ἑταῖρος
ΕΤ. Ῥαδάμανθύν γέ φασιν, ὦ Σώκρατες, δίκαιον ἄνδρα, τὸν δὲ Μίνων ἄγριόν τινα καὶ χαλεπὸν καὶ ἄδικον.
Σωκράτης
ΣΩ. Ἀττικόν, ὦ βέλτιστε, λέγεις μῦθον καὶ τραγικόν.
Ἑταῖρος
ΕΤ. τί δέ; οὐ ταῦτα λέγεται περὶ Μίνω;
Σωκράτης
ΣΩ. οὔκουν ὑπό γε Ὁμήρου καὶ Ἡσιόδου· καίτοι γε πιθανώτεροί εἰσιν ἢ σύμπαντες οἱ τραγῳδοποιοί, ὧν σὺ ἀκούων ταῦτα λέγεις. 30
Ἑταῖρος
ΕΤ. ἀλλὰ τί μὴν οὗτοι περὶ Μίνω λέγουσιν;

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme