Thesauros Literature Philosophy Μενέξενος

Μενέξενος

Μενέξενος Plato

236

Σωκράτης
ΣΩ. αὐτὸς μὲν παρʼ ἐμαυτοῦ ἴσως οὐδέν, Ἀσπασίας δὲ καὶ χθὲς ἠκροώμην περαινούσης ἐπιτάφιον λόγον περὶ αὐτῶν τούτων. ἤκουσε γὰρ ἅπερ σὺ λέγεις, ὅτι μέλλοιεν Ἀθηναῖοι αἱρεῖσθαι τὸν ἐροῦντα· ἔπειτα τὰ μὲν ἐκ τοῦ παραχρῆμά μοι διῄει, οἷα δέοι λέγειν, τὰ δὲ πρότερον ἐσκεμμένη, ὅτε μοι δοκεῖ συνετίθει τὸν ἐπιτάφιον λόγον ὃν Περικλῆς εἶπεν, περιλείμματʼ ἄττα ἐξ ἐκείνου συγκολλῶσα.
Μενέξενος
ΜΕΝ. ἦ καὶ μνημονεύσαις ἂν ἃ ἔλεγεν ἡ Ἀσπασία;
Σωκράτης
ΣΩ. εἰ μὴ ἀδικῶ γε· ἐμάνθανόν γέ τοι παρʼ αὐτῆς, καὶ ὀλίγου πληγὰς ἔλαβον ὅτʼ ἐπελανθανόμην. 5
Μενέξενος
ΜΕΝ. τί οὖν οὐ διῆλθες;
Σωκράτης
ΣΩ. ἀλλʼ ὅπως μή μοι χαλεπανεῖ ἡ διδάσκαλος, ἂν ἐξενέγκω αὐτῆς τὸν λόγον.
Μενέξενος
ΜΕΝ. μηδαμῶς, ὦ Σώκρατες, ἀλλʼ εἰπέ, καὶ πάνυ μοι χαριῇ, εἴτε Ἀσπασίας βούλει λέγειν εἴτε ὁτουοῦν· ἀλλὰ μόνον εἰπέ.
Σωκράτης
ΣΩ. ἀλλʼ ἴσως μου καταγελάσῃ, ἄν σοι δόξω πρεσβύτης ὢν ἔτι παίζειν.
Μενέξενος
ΜΕΝ. οὐδαμῶς, ὦ Σώκρατες, ἀλλʼ εἰπὲ παντὶ τρόπῳ. 10

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme