Thesauros Literature Philosophy Ἱππίας ἐλάττων

Ἱππίας ἐλάττων

Ἱππίας ἐλάττων Plato

367–368

Σωκράτης
ΣΩ. τίς οὖν ψευδὴς περὶ λογισμὸν γίγνεται, ὦ Ἱππία, ἄλλος ἢ ὁ ἀγαθός; ὁ αὐτὸς γὰρ καὶ δυνατός· οὗτος δὲ καὶ ἀληθής. 15
Ἱππίας
ΙΠ. φαίνεται.
Σωκράτης
ΣΩ. ὁρᾷς οὖν ὅτι ὁ αὐτὸς ψευδής τε καὶ ἀληθὴς περὶ τούτων, καὶ οὐδὲν ἀμείνων ὁ ἀληθὴς τοῦ ψευδοῦς; ὁ αὐτὸς γὰρ δήπου ἐστὶ καὶ οὐκ ἐναντιώτατα ἔχει, ὥσπερ σὺ ᾤου ἄρτι.
Ἱππίας
ΙΠ. οὐ φαίνεται ἐνταῦθά γε.
Σωκράτης
ΣΩ. βούλει οὖν σκεψώμεθα καὶ ἄλλοθι;
Ἱππίας
ΙΠ. εἰ ἄλλως γε σὺ βούλει. 20
Σωκράτης
ΣΩ. οὐκοῦν καὶ γεωμετρίας ἔμπειρος εἶ;
Ἱππίας
ΙΠ. ἔγωγε.
Σωκράτης
ΣΩ. τί οὖν; οὐ καὶ ἐν γεωμετρίᾳ οὕτως ἔχει· ὁ αὐτὸς δυνατώτατος ψεύδεσθαι καὶ ἀληθῆ λέγειν περὶ τῶν διαγραμμάτων, ὁ γεωμετρικός;
Ἱππίας
ΙΠ. ναί.
Σωκράτης
ΣΩ. περὶ ταῦτα οὖν ἀγαθὸς ἄλλος τις ἢ οὗτος; 25
Ἱππίας
ΙΠ. οὐκ ἄλλος.
Σωκράτης
ΣΩ. οὐκοῦν ὁ ἀγαθὸς καὶ σοφὸς γεωμέτρης δυνατώτατός γε ἀμφότερα; καὶ εἴπερ τις ἄλλος ψευδὴς περὶ διαγράμματα, οὗτος ἂν εἴη, ὁ ἀγαθός; οὗτος γὰρ δυνατός, ὁ δὲ κακὸς ἀδύνατος ἦν ψεύδεσθαι· ὥστε οὐκ ἂν γένοιτο ψευδὴς ὁ μὴ δυνάμενος ψεύδεσθαι, ὡς ὡμολόγηται.
Ἱππίας
ΙΠ. ἔστι ταῦτα.
Σωκράτης
ΣΩ. ἔτι τοίνυν καὶ τὸν τρίτον ἐπισκεψώμεθα, τὸν ἀστρονόμον, ἧς αὖ σὺ τέχνης ἔτι μᾶλλον ἐπιστήμων οἴει εἶναι ἢ τῶν ἔμπροσθεν. ἦ γάρ, ὦ Ἱππία;
Ἱππίας
ΙΠ. ναί.
Σωκράτης
ΣΩ. οὐκοῦν καὶ ἐν ἀστρονομίᾳ ταὐτὰ ταῦτά ἐστιν;
Ἱππίας
ΙΠ. εἰκός γε, ὦ Σώκρατες.
Σωκράτης
ΣΩ. καὶ ἐν ἀστρονομίᾳ ἄρα εἴπερ τις καὶ ἄλλος ψευδής, ὁ ἀγαθὸς ἀστρονόμος ψευδὴς ἔσται, ὁ δυνατὸς ψεύδεσθαι. οὐ γὰρ ὅ γε ἀδύνατος· ἀμαθὴς γάρ. 5
Ἱππίας
ΙΠ. φαίνεται οὕτως.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme