365–366
Σωκράτης
ΣΩ. ἐδόκει ἄρα, ὡς ἔοικεν, Ὁμήρῳ ἕτερος μὲν εἶναι ἀνὴρ ἀληθής, ἕτερος δὲ ψευδής, ἀλλʼ οὐχ ὁ αὐτός.
Ἱππίας
ΙΠ. πῶς γὰρ οὐ μέλλει, ὦ Σώκρατες;
5
Σωκράτης
ΣΩ. ἦ καὶ σοὶ δοκεῖ αὐτῷ, ὦ Ἱππία;
Ἱππίας
ΙΠ. πάντων μάλιστα· καὶ γὰρ ἂν δεινὸν εἴη εἰ μή.
Σωκράτης
ΣΩ. τὸν μὲν Ὅμηρον τοίνυν ἐάσωμεν, ἐπειδὴ καὶ ἀδύνατον ἐπανερέσθαι τί ποτε νοῶν ταῦτα ἐποίησεν τὰ ἔπη· σὺ δʼ ἐπειδὴ φαίνῃ ἀναδεχόμενος τὴν αἰτίαν, καὶ σοὶ συνδοκεῖ ταῦτα ἅπερ φῂς Ὅμηρον λέγειν, ἀπόκριναι κοινῇ ὑπὲρ Ὁμήρου τε καὶ σαυτοῦ.
Ἱππίας
ΙΠ. ἔσται ταῦτα· ἀλλʼ ἐρώτα ἔμβραχυ ὅτι βούλει.
Σωκράτης
ΣΩ. τοὺς ψευδεῖς λέγεις οἷον ἀδυνάτους τι ποιεῖν, ὥσπερ τοὺς κάμνοντας, ἢ δυνατούς τι ποιεῖν;
10
Ἱππίας
ΙΠ. δυνατοὺς ἔγωγε καὶ μάλα σφόδρα ἄλλα τε πολλὰ καὶ ἐξαπατᾶν ἀνθρώπους.
Σωκράτης
ΣΩ. δυνατοὶ μὲν δή, ὡς ἔοικεν, εἰσὶ κατὰ τὸν σὸν λόγον καὶ πολύτροποι· ἦ γάρ;
Σωκράτης
ΣΩ. πολύτροποι δʼ εἰσὶ καὶ ἀπατεῶνες ὑπὸ ἠλιθιότητος καὶ ἀφροσύνης, ἢ ὑπὸ πανουργίας καὶ φρονήσεώς τινος;
Ἱππίας
ΙΠ. ὑπὸ πανουργίας πάντων μάλιστα καὶ φρονήσεως.
15
Σωκράτης
ΣΩ. φρόνιμοι μὲν ἄρα εἰσίν, ὡς ἔοικεν.
Ἱππίας
ΙΠ. ναὶ μὰ Δία, λίαν γε.
Σωκράτης
ΣΩ. φρόνιμοι δὲ ὄντες οὐκ ἐπίστανται ὅτι ποιοῦσιν, ἢ ἐπίστανται;
Ἱππίας
ΙΠ. καὶ μάλα σφόδρα ἐπίστανται· διὰ ταῦτα καὶ κακουργοῦσιν.
Σωκράτης
ΣΩ. ἐπιστάμενοι δὲ ταῦτα ἃ ἐπίστανται πότερον ἀμαθεῖς εἰσιν ἢ σοφοί;
20
Ἱππίας
ΙΠ. σοφοὶ μὲν οὖν αὐτά γε ταῦτα, ἐξαπατᾶν.
Σωκράτης
ΣΩ. ἔχε δή· ἀναμνησθῶμεν τί ἐστιν ὃ λέγεις. τοὺς ψευδεῖς φῂς εἶναι δυνατοὺς καὶ φρονίμους καὶ ἐπιστήμονας καὶ σοφοὺς εἰς ἅπερ ψευδεῖς;