Thesauros Literature Philosophy Ἱππίας ἐλάττων

Ἱππίας ἐλάττων

Ἱππίας ἐλάττων Plato

375–376

Σωκράτης
ΣΩ. ἐγὼ δʼ ᾤμην, ὦ Ἱππία, καὶ σοὶ φανῆναι. πάλιν δʼ ἀπόκριναι· ἡ δικαιοσύνη οὐχὶ ἢ δύναμίς τίς ἐστιν ἢ ἐπιστήμη ἢ ἀμφότερα; ἢ οὐκ ἀνάγκη ἕν γέ τι τούτων εἶναι τὴν δικαιοσύνην; 30
Ἱππίας
ΙΠ. ναί.
Σωκράτης
ΣΩ. οὐκοῦν εἰ μὲν δύναμίς ἐστι τῆς ψυχῆς ἡ δικαιοσύνη, ἡ δυνατωτέρα ψυχὴ δικαιοτέρα ἐστί; βελτίων γάρ που ἡμῖν ἐφάνη, ὦ ἄριστε, ἡ τοιαύτη.
Ἱππίας
ΙΠ. ἐφάνη γάρ.
Σωκράτης
ΣΩ. τί δʼ εἰ ἐπιστήμη; οὐχ ἡ σοφωτέρα ψυχὴ δικαιοτέρα, ἡ δὲ ἀμαθεστέρα ἀδικωτέρα;
Ἱππίας
ΙΠ. ναί. 35
Σωκράτης
ΣΩ. τί δʼ εἰ ἀμφότερα; οὐχ ἡ ἀμφοτέρας ἔχουσα, ἐπιστήμην καὶ δύναμιν, δικαιοτέρα, ἡ δʼ ἀμαθεστέρα ἀδικωτέρα; οὐχ οὕτως ἀνάγκη ἔχειν;
Ἱππίας
ΙΠ. φαίνεται.
Σωκράτης
ΣΩ. οὐκοῦν ἡ δυνατωτέρα καὶ σοφωτέρα αὕτη ἀμείνων οὖσα ἐφάνη καὶ ἀμφότερα μᾶλλον δυναμένη ποιεῖν, καὶ τὰ καλὰ καὶ τὰ αἰσχρά, περὶ πᾶσαν ἐργασίαν;
Ἱππίας
ΙΠ. ναί.
Σωκράτης
ΣΩ. ὅταν ἄρα τὰ αἰσχρὰ ἐργάζηται, ἑκοῦσα ἐργάζεται διὰ δύναμιν καὶ τέχνην· ταῦτα δὲ δικαιοσύνης φαίνεται, ἤτοι ἀμφότερα ἢ τὸ ἕτερον.
Ἱππίας
ΙΠ. ἔοικεν.
Σωκράτης
ΣΩ. καὶ τὸ μέν γε ἀδικεῖν κακὰ ποιεῖν ἐστιν, τὸ δὲ μὴ ἀδικεῖν καλά. 5
Ἱππίας
ΙΠ. ναί.
Σωκράτης
ΣΩ. οὐκοῦν ἡ δυνατωτέρα καὶ ἀμείνων ψυχή, ὅτανπερ ἀδικῇ, ἑκοῦσα ἀδικήσει, ἡ δὲ πονηρὰ ἄκουσα;
Ἱππίας
ΙΠ. φαίνεται.
Σωκράτης
ΣΩ. οὐκοῦν ἀγαθὸς ἀνὴρ ὁ τὴν ἀγαθὴν ψυχὴν ἔχων, κακὸς δὲ ὁ τὴν κακήν;
Ἱππίας
ΙΠ. ναί. 10
Σωκράτης
ΣΩ. ἀγαθοῦ μὲν ἄρα ἀνδρός ἐστιν ἑκόντα ἀδικεῖν, κακοῦ δὲ ἄκοντα, εἴπερ ὁ ἀγαθὸς ἀγαθὴν ψυχὴν ἔχει.
Ἱππίας
ΙΠ. ἀλλὰ μὴν ἔχει γε.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme